Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.795
Not analysed yet
ἀπέδωκεν», εἴπερ αὐτὸ καθ' αὑτὸ μόνον ἔκειτο, ἀσαφῶς ἂν εἶχε. λέγοιτο γὰρ ἂν καὶ ὁ τοῖς γειναμένοις ἀθέμιστος μὴ ἀποδοῦναι θρέπτρα τοῖς τεκοῦσιν αὐτόν. (v. 485 s.) Ἔτι ἰστέον καί, ὡς πολυμαθῆ τὸν ἀκροατὴν ὁ Ὅμηρος ποιῶν καὶ ἐν τῇ τῆς εἰρημένης αἰγείρου παραβολῇ, οὐ μόνον τὴν αὐτῆς φύσιν ἱστόρησεν, ὅτι λεῖα καὶ ἄοζος, ὡς εἴρηται, ἀλλὰ λέγει καί, ὅτι δι' αὐτὰ ταῦτα εἰς ἅρματος περιφέρειαν χρησιμεύει. ῥᾷον γὰρ εἰς τοιαύτην ἁψῖδα κάμπτονται τὰ λεῖα καὶ ἄοζα. φησὶ γοῦν «ἣν ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμεν, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ». Ἴτυν δὲ λέγει τὴν περιφέρειαν ἀπὸ τοῦ ἰέναι, ὅ ἐστι περιϊέναι καὶ περιάγεσθαι. (v. 487) Διδάσκει δὲ ἐν τῇ παραβολῇ ταύτῃ καί, ὅτι οὐ χλωρὰν μετακομιστέον οὐδὲ τὴν τοιαύτην ὕλην, ἀλλ' ἐατέον ἀφαυανθῆναι αὐτήν. εὐμετακομιστότερον γὰρ τὸ ξηρόν. φησὶν οὖν· «ἣ μὲν ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας». οὕτως ἐν παρέργῳ καὶ τὰ παρὰ Ἡσιόδῳ σεμνὰ ὁ ποιητὴς τῇ οἰκείᾳ ποιήσει ἐνσπείρει. (v. 485) Τὸ δὲ ἁρματοπηγός συντελεῖ εἰς τὸ «κολλητὸν ἅρμα καὶ εὔπηκτον», ὡς ἐν ἄλλοις λέγεται ὑπὸ τοῦ ποιητοῦ. (v. 488) Ὅτι ἐν τῷ «τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας» συγκέκοπται, ὡς καὶ προερρέθη, τὸ πατρωνυμικόν. ἔδει γὰρ Ἀνθεμιωνίδην εἰπεῖν, ἐπεὶ Ἀνθεμίωνος υἱὸς ὁ Σιμοείσιος πρὸ βραχέων ἱστόρηται. εἰ δὲ τυχὸν καὶ Ἄνθεμος τρισυλλάβως ὁ πατὴρ ἐκαλεῖτο, λέγοιτ' ἂν ὀρθῶς Ἀνθεμίδης ὁ ἐξ αὐτοῦ. διὸ καὶ προσφυὲς τὸν ἐκ πατρὸς ἀνθηρωνύμου θαλερὸν ῥηθῆναι ὑπὸ τοῦ ποιητοῦ, ὡς καὶ αὐτὸ προέκκειται. (v. 497 s.) Ὅτι ἐν τῷ «Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος», τοῦ Ὀδυσσέως δηλαδή, ἄνδρα τὸν ἀνδρεῖον λέγει. Τὸ δὲ ἀκοντίσαι καὶ βέλος ἀφεῖναι εἴποι τις ἄν. ἐπάγει οὖν· «ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε». βέλος γὰρ ἐνταῦθα τὸ δόρυ ὡς μήκοθεν ἀφεθέν. Τὸ δὲ κεκάδοντο ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἐστὶ μέσος δεύτερος ἀόριστος, οὗ τὸ μὲν κοινὸν ἐχάδοντο, τὸ δὲ Ἰωνικὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ συνήθει ἀναδιπλασιασμῷ κεκάδοντο, ὁποῖόν τι, ὡς προδεδήλωται, καὶ ἐπὶ τοῦ τετύκοντο γίνεται ἀπὸ τοῦ ἐτυχόμην δευτέρου ἀορίστου. Τὸ δὲ ἅλιον ὡς δασυνόμενον ἀπὸ τοῦ ἅλς ἁλός γίνεται καὶ δηλοῖ τὸ ἀσυντελές. καὶ ἡ θάλασσα γὰρ ἀσυντελὴς τοῖς γε πιεῖν ἐθέλουσι. (v. 499) Ὅτι τετραχῶς ἡ παιδοποιΐα παρ' Ὁμήρῳ· οἱ μὲν γὰρ γνήσιοι, οἱ ἐκ νομίμων γάμων, οἱ δὲ νόθοι, οἱ ἐκ παλλακῶν, οἷον