Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.796
Not analysed yet
»υἱὸν Πριάμοιο νόθον» καὶ «εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω», οἱ δέ τινες σκότιοι, οἱ ἐκ λαθραίας μίξεως, οἷον «σκότιον δέ ἑ γείνατο μήτηρ», καὶ ἄλλοι παρθένιοι, οἱ ἐκ τῆς ἔτι νομιζομένης παρθένου γεννώμενοι, ὡς τὸ «παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη». ἡ δὲ τοιαύτη λέξις διφορεῖ τὴν παραλήγουσαν. ὁ μὲν γὰρ παρθένιος υἱὸς τὸ ι ἔχει, ἡ δὲ παρθένειος ἡδονή ἐν Ἱππολύτῳ τὴν ει δίφθογγον φιλεῖν λέγεται. Ἰστέον δὲ καί, ὅτι ὁ μὲν σκότιος οὐκ ἂν πάνυ ἐκφύγῃ κοινότερον τὸ νόθος ῥηθῆναι κατά γε τὸ μὴ γνήσιος εἶναι, διαφέρει δὲ τοῦ ἐκ φανερᾶς παλλακῆς νόθου τῷ αὐτὸς μὴ κατὰ φῶς ἀλλ' ὡς ἐν σκότῳ προελθεῖν. ὁ δέ γε παρθένιος ἀμφοῖν διαφέρει τῷ δύνασθαί ποτε γνησίου ἐγγὺς εἶναι. εἰκὸς γὰρ τὸν γαμέτην πρὸ γάμου σπεῖραι εἰς τὴν δοκοῦσαν ἔτι παρθένον εἶναι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ νόθου, οὗ ἡ ἐτυμολογία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κεῖται, ἀφ' οὗ καὶ τὸ ὀθνεῖον κατὰ μετάθεσιν στοιχείων παρῆκται, λέγεται καὶ λόγος νόθος καὶ διανόημα τροπικῶς νόθον τὸ μὴ γνήσιον. εἰ δέ τις καὶ ἄχαρι παραπτύσει ῥῆμα ἢ νόημα, ὁ τοιοῦτος καὶ ἔκβλητόν τι ἔπος λέγεται προενεγκεῖν, πρὸς ὁμοιότητα ἐκθέτου βρέφους, καὶ ὑπόβλητον λέξαι λόγον ὁμοίως τὸν καὶ ὑποβολιμαῖον. (v. 500) Ὅτι ἐν Ἀβύδῳ Πριάμου ἦσαν ἱπποφόρβια ἢ ἱπποστάσια. νόθος οὖν τις υἱὸς Πριάμου Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. καὶ ἔστιν ὑποδύσκολον ἐνταῦθα λυθῆναι ἀπορίαν, ἣν εὐλόγως ἄν τις ἀπορήσῃ ζητήσας, πῶς ὁ τοσοῦτος Ἑλληνικὸς στόλος ἀφίησιν Ἀβυθόθι σῴζεσθαι τὰ τοῦ Πριάμου ἱπποστάσια. εἰ μὴ ἴσως κατὰ κοινὴν συνθήκην ἢ διὰ τὸ τῶν ἐπικουρούντων τοῖς Τρωσὶ πολυπληθὲς ἢ καί, ἵνα μὴ ἐν τοῖς παρέργοις διὰ κενῆς τρίβωνται οἱ Ἕλληνες. [Ὅρα δὲ τὸ «παρ' ἵππων» πρόθεσιν ἔχον τὴν παρα ἀντὶ ἑτέρας προθέσεως, οἷον τῆς ἀπο ἢ τῆς ἐξ. δῆλον δ' ὅτι καὶ θηλυκῶς ἐνταῦθα αἱ ἵπποι κεῖνται.] (v. 502) Ὅτι βάλλεταί τις ἐνταῦθα αἰχμῇ τὴν κόρσην ἤγουν τὸν κρόταφον, «ἣ δ' ἑτέρου διὰ