Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.797
Not analysed yet
κροτάφοιο ἐπέρησε». περὶ δὲ κόρσης καὶ κροτάφου εἴρηται πρὸ ὀλίγου ἱκανῶς. (v. 507 s.) Ὅτι Ὅμηρος μὲν μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον ὀνομάζει θηλυκῶς, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις οὕτω καλοῦσιν, οἳ καὶ οὐδετέρως τὰ πέργαμά φασιν, ὡς καὶ Αἰσχύλος Προμηθεῖ. δῆλον δέ, ὡς ἡ Πέργαμος καὶ πόλις λέγεται. διὸ εἰπὼν ὁ ποιητής, ὡς «νεμέσησεν Ἀπόλλων Περγάμου ἐκκατιδών» ἐπάγει μετ' ὀλίγα· «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός». ἡ δ' αὐτὴ καὶ ἀκρόπολις καὶ ἄκρη πόλις κατὰ διάλυσιν. ἔθος δὲ τοῖς παλαιοῖς κτίσταις τῶν πόλεων ἀκροπόλεις ἱστᾶν ἐν τοῖς ὑψηλοῖς τῶν τόπων ἄλλης τε ἀσφαλείας χάριν καὶ φόβῳ κατακλυσμοῦ. (v. 509—11) Ὅτι ἐπισπευστικὸν εἰς μάχην τὸ «ὄρνυσθε μηδ' εἴκετε χάρμης». Τὸ δὲ ἐφεξῆς ἐπὶ φερεπόνων οἰκεῖον ῥηθῆναι, ἤγουν τὸ «ἐπεὶ οὔ τοι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοις», ἀντὶ τοῦ «τρωτοί εἰσι καὶ αὐτοί». (v. 511) Καὶ ὅρα, ὡς τὸ ἀνασχέσθαι αἰτιατικῇ καὶ ἐνταῦθα συνέταξε. τοῦ δὲ ταμεσίχροα προϋπάρχει ῥῆμα ποιητικόν, τὸ ταμῶ ταμέσω, ἐξ οὗ τὸ τμῶ τμήσω συγκέκοπται. Τὸ δὲ βαλλομένοις λέξις ἐστὶ γενική· νοητέον γὰρ νῦν βαλλομένους συλληπτικῶς καὶ τοὺς οὐταζομένους καὶ εἴ τι τοιοῦτον. (v. 513) Ὅτι τὸν Ἀχιλλέα ἐπὶ νηυσὶ χόλον θυμαλγέα φησὶ πέσσειν, ὅ ἐστι κατέχειν ἔσω. οὕτω δὲ καὶ γέρα πέσσειν ἀλλαχοῦ τὸ συνέχειν καὶ περιέπειν. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὥσπερ δὲ ὠνή καὶ ὦνος, βία βίος καὶ βιός, ὥρα ὧρος, βιοτή βίοτος, δίνη δῖνος, φθογγή φθόγγος, στροφή στρόφος παρὰ τῷ Κωμικῷ, οὕτω καὶ χολή