Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.798
Not analysed yet
χόλος. ὅμοιον δὲ καὶ τὸ βολή βόλος [ἐπί τε πεττείας καὶ] ἐπὶ δικτύου, καὶ τὸ στάθμη σταθμός, ἴσως δὲ καὶ τὸ κάκη κακός. Σημείωσαι δέ, ὅτι σύνηθες Ὁμήρῳ κατὰ ποσὰ διαστήματα μεμνῆσθαι τοῦ Ἀχιλλέως, ὡς μυριαχοῦ φαίνεται, καὶ παραρτύειν οὕτω τὴν ποίησιν τῇ μνήμῃ τοῦ ἥρωος, μὴ καὶ ἐπιλάθοιτο αὐτοῦ ὁ φιλέλλην ἀκροατής. Ἰστέον δὲ καί, ὅτι τὸ πεῖσαν τοὺς Τρῶας θαρρῆσαι τὴν ἐν τῇ πεδιάδι μάχην ἡ μῆνις ἦν τοῦ Ἀχιλλέως, καθὰ καὶ προεγράφη. αὐτοῦ γὰρ μαχομένου ὁ Ἕκτωρ οὐκ εἶχε προκύπτειν τῶν τοῦ τείχους πυλῶν. (v. 512 s.) Διὸ καὶ ὁ Ἀπόλλων ἐντεῦθεν θαρσοποιῶν εἰς μάχην ἄρτι προκαλεῖται τοὺς Τρῶας, εἰπών· «οὐ μὰν οὐδ' Ἀχιλλεὺς μάρναται» καὶ τὰ ἑξῆς, τὴν παντελῆ ἐκείνου ἀργίαν δηλώσας διὰ τῶν δύο ἀρνήσεων. (v. 514) [Ὅτι ἐν τῷ «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός»—λέγει δὲ τὸν Ἀπόλλωνα—δεινὸς νοεῖται οὐ μόνον ὁ ἐπιδέξιος λαλῆσαι καὶ εἰς μάχην ὀτρῦναι ῥητορικῇ δυνάμει, ἀλλὰ καὶ ὁ φοβερός, ἐπεὶ καὶ Ἀπόλλων ὁ αὐτὸς καὶ Δεῖμος δὲ καὶ Φόβος ὀπαδοὶ αὐτῷ εἰσιν.] (v. 508—16) Ὅτι δηλῶσαι βουλόμενος ὁ ποιητής, ὡς Τρῶες μὲν καθ' εἱμαρμένην ἐνίκων, εἰς ἣν πολλαχοῦ ὁ Ἀπόλλων ἀλληγορεῖσθαι φαίνεται, Ἀχαιοὶ δὲ διὰ τὸ περιὸν τῆς κατ' Ἀθηνᾶν φρονήσεως ἀντέχουσι πρὸς αὐτούς, λέγει, ὅτι Τρωσὶ μὲν Ἀπόλλων κέλετο ἀΰσας καὶ τὰ ἑξῆς, «αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο». Ἐν τούτοις δὲ ὅρα καί, ὡς κυδίστην μὲν τὴν Ἀθηνᾶν εἶπε, δεινὸν δέ, ὡς καὶ προεγράφη, θεὸν τὸν Ἀπόλλωνα, οὐχ' ὅτι μὴ δεινὴ θεὸς καὶ ἡ Ἀθηνᾶ, ἀλλὰ διότι αὐτὸς προκατῆρξε τοῦ εἰς μάχην ἐρεθισμοῦ τοῖς Τρωσίν. (v. 515) Ὅτι δὲ δεινοποιεῖται καὶ ἡ Ἀθηνᾶ, δηλοῖ μὲν καὶ ὁ ποιητὴς ἐν τῷ «δεινὴν γὰρ ἄγεν θεόν», δηλοῖ δὲ καὶ ὁ φιλόσοφος λόγος, ὃς τὴν δεινότητα προκαθίζει τῆς φρονήσεως, εἰς ἣν ἀλληγορεῖται ἡ Ἀθηνᾶ, ἡ καὶ Τριτογένεια διὰ τὸ ἐκ δεινότητος φοβερόν, εἴγε Τριτογένεια καὶ κατὰ τὸν Κωμικὸν Τριτογενής, ἡ τὸ τρεῖν ἐγγεννῶσα