Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.799
Not analysed yet
τοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ ὡς ἐκ τριτοῦς, ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ Διὸς γεγονυῖα, ἢ ὡς ἐν τρίτῃ μηνὸς γενομένη, ἢ ὡς τρία γεννῶσα καλά τινα τὰ ἐκεῖσε κατὰ τοὺς παλαιοὺς δηλούμενα. [(v. 516) Τὸ δὲ ἴδοιτο Ἀττικῶς παθαίνεται. ἄλλως γὰρ ἀγαθὸν εἰπεῖν καὶ τὸ «ὅθι μεθιέντας ἴδοι». οὕτω καὶ πρὸ βραχέων εἰπὼν παθητικῶς «οἵ μιν ἴδοντο πονεύμενον» ἐπήγαγεν εὐθὺς ἐνεργητικῶς τὸ «οὐ γὰρ ἔγωγε ἴδον», ὅπερ ἐν ἄλλοις ἰδόμην φησίν.] (v. 517) Ὅτι ὥσπερ ἐν τῷ «αἴσιμα παρειπών» ἐκτείνεται ἡ τῆς παρα προθέσεως παραλήγουσα, οὕτω καὶ ὧδε τὸ Διώρης κύριον, ὡς καὶ ἀλλαχοῦ προεφάνη, ἐκτεταμένην ἔχει τῆς δια προθέσεως τὴν ἄρχουσαν. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος ἐν πολλοῖς γίνεται καὶ ἐπὶ ἄλλων πολλῶν. (v. 518) Ὅτι ἀστείως ὁ ποιητὴς ἐνταῦθα τὸ «μοῖρα ἐπέδησεν» εἶπεν ἐπί τινος χερμαδίῳ βληθέντος παρὰ σφυρόν. ὁ γὰρ οὕτω βληθεὶς καὶ ἀκινητίζων οἷον πεπέδηται. Ἰστέον δ' ἐνταῦθα, ὅτι τὸ «παρὰ σφυρόν» οὐκ εἴληπται ἀντὶ τοῦ κατὰ τὸ σφυρόν, ἀλλ' ἀντὶ τοῦ ἐγγὺς σφυροῦ περὶ τὸ τέλος τῆς κνήμης, ὡς δῆλον ἐκ τοῦ «παρὰ σφυρὸν κνήμην δεξιτερήν». (v. 520) Ὅτι καὶ Αἰνόθεν, ἤτοι ἐκ τῆς Αἴνου, ἐπίκουροι ἦσαν τοῖς Τρωσί, καθὰ καὶ ἐκ τῆς λοιπῆς Θρᾴκης. καὶ ἔστιν ἐκ τῶν ἐν τῇ Βοιωτίᾳ γραφέντων συναγαγεῖν Κικόνων μοῖράν τινα καὶ τούτους εἶναι. ἔστι δὲ τὸ Αἰνόθεν ὡς τὸ Ἀβυθόθεν, ὅπερ πρὸ ὀλίγων εἴρηται. τὸ δὲ Αἰνόθεν ἐνταῦθα μὲν τοπικὸν ἐπίρρημά ἐστιν, εὑρεθήσεται δὲ ἐν τοῖς ἑξῆς καὶ ποιότητος ἐν τῷ «αἰνόθεν αἰνῶς». (v. 521 s.) Ὅτι τὸ ἄχρις ἐνταῦθα κεῖται κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου, οἷον «ἀμφοτέρα δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν», ἤγουν διόλου