Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.800
Not analysed yet
συνηλόησεν ὁ λίθος τοὺς παρὰ τὸ ῥηθὲν σφυρὸν τένοντας καὶ τὰ ὀστᾶ. δύναται δὲ καὶ κοινότερον νοηθῆναι, ὅτι συνηλόησεν ὁ λίθος τοὺς τένοντας ἄχρι καὶ εἰς τὰ ὀστᾶ. Τὸ δὲ ἀναιδής ἐκ τῶν λογικῶν παρῆκται εἰς τὸν λίθον, καθὰ καὶ τὸ ἀνηλεής εἰς τὸν σίδηρον. ἐκ δὲ τοῦ ἠλοίησεν, οὗ προϋπάρχει τὸ ἀλοῶ, καὶ ὁ πατραλοίας γίνεται καὶ ὁ μητραλοίας, ὁ καὶ μητρολῴας λεγόμενος κατ' ἔκτασιν ἢ καὶ τροπὴν τῆς ὅλης οι διφθόγγου εἰς ω μέγα, ὃ γίνεται σὺν ἄλλοις καὶ ἐν τῷ ἀγκώνη ἀγκοίνη, κολοιός κολῳός. (v. 523 s.) Ὅτι καταπίπτει τις χερμαδίῳ βληθεὶς ἐνταῦθα ὕπτιος ἐν κονίῃσιν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσας, θυμὸν ἀποπνείων. τὸ δὲ πετάσαι τὰς χεῖρας δηλοῖ μὲν τὸ ἁπλῶσαι οἷα πτέρυγας. ἔστι δὲ σχῆμα ἱκέσιον, εἴ πού τις καταπίπτοντος ἀντιλάβοιτο. οὕτω καὶ ἐν τοῖς τοιούτοις ἐπιτυχὴς ὁ ποιητής. θέμα δὲ τοῦ πετάσας ἢ τὸ πετῶ κοινότερον ἢ ἐκ τοῦ πέτω παράγωγον πετάζω, οὗ καὶ ἔγνωσται ἡ χρῆσις. μετῆκται δὲ ἡ λέξις ἀπὸ πτηνῶν, ἃ πετόμενα οὕτως ἁπλοῦσι τὰς πτέρυγας. καὶ ἔστι αὐτὸ ἀκριβέστερον τοῦ «ἀναπτύξας χεῖρας», εἰς εὐχὴν δηλαδὴ κατὰ τὴν τραγῳδίαν, ὅπερ Ὅμηρος ἀνασχεῖν χεῖράς φησιν. (v. 525 s.) Ὅτι ἐν τῷ «οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες» χολάδας τὰ ἔντερα λέγει, ἐπεὶ εἰς αὐτὰ συρρεῖ ξανθὴ χολὴ καὶ διαθερμαίνουσα ἐρεθίζει τῇ δριμύτητι ἀποκρίνειν τὰ περιττά. ὡς εἰ μὴ τοῦτ' ἦν, ψυχρά, φασίν, ὄντα τῇ κράσει, καθὸ νευρώδη, ἔμενον ἂν ἀργὰ πρὸς τὴν ἀπόκρισιν. Τὸ δὲ οὖτα οὐ δευτέρας ἐστὶ συζυγίας, ἀλλ' ἐκ τοῦ οὐτάζω γίνεται, οὗ ἀόριστος οὔτασα, τὸ τρίτον οὔτασε, καὶ κατὰ ἀποκοπὴν οὖτα. διὸ καὶ συστέλλει παρὰ τῷ ποιητῇ τὸ δίχρονον καὶ προπερισπᾶται. (v. 532) Ὅτι τὸ σκυλεῦσαι νεκρὸν καὶ ἀποδῦσαι τεύχεα λέγεται, ὡς δηλοῖ τὸ «τεύχεα δ' οὐκ ἀπέδυσε, περίστησαν