Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.81
Not analysed yet
ἠτοι ποιητικός ἐστιν, ὁ δὲ μεν τῆς κοινῆς φράσεως. τοιοῦτον δέ τι καὶ περὶ τοῦ ἀταρ καὶ αὐταρ καὶ δε ῥηθήσεται. [Ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον τὸ ἤτοι χυδαϊστὶ μὲν ἑρμηνευτικὸν οἴονται σύνδεσμον, καθὰ καὶ τὸ ἤγουν καὶ εἴτ' οὖν, ἀκριβῶς δὲ νοήματα διαζευγνύουσιν ἐν αὐτῷ, οἷον «ἤτοι τέθνηκεν ἢ ζῇ» καὶ «ἤτοι ἄνθρωπος ἦν ἢ ἕτερον ζῷον». (v. 69) Ὅτι τὸν Θεστορίδην Θεστόρειον κτητικῶς λέγει ὁ Σοφοκλῆς.] (v. 70) Ὅτι τὸ ᾔδη ἀντὶ τοῦ ἠπίστατο διὰ τῶν δύο η παρὰ τῷ ποιητῇ γράφεται δι' αἰτίαν τοιαύτην. ἔθος τοῖς Ἀττικοῖς πολλάκις τὴν διὰ τοῦ ε καὶ ι δίφθογγον διὰ τοῦ η καὶ ι προάγειν καὶ οὐ μόνον ἐν τῷ ἱερῇς καὶ βασιλῇς καὶ ἱππῇς, ἀλλὰ καὶ ἐπὶ ῥημάτων, ὡς ὅτε τοῦ ᾔκαζον τὴν ἄρχουσαν διὰ τοῦ η προάγουσιν· ὁμοίως δὲ καὶ τοῦ ᾔειν, ὃ δηλοῖ τὸ ἦλθον. ὥσπερ γὰρ ἀπὸ τοῦ εἰκάζω τὸ ᾔκαζον, οὕτω καὶ ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, τὸ ᾔειν προάγεται, τῶν μὲν ἐνεστώτων ἐχόντων τὴν διὰ τοῦ ε καὶ ι γραφὴν, τῶν δὲ ἀπ' αὐτῶν παρῳχημένων διὰ τοῦ η καὶ ι τὴν τῆς ἀρχούσης ἀπαρτιζόντων δίφθογγον. κατὰ τὸν ὅμοιον δὴ τρόπον καὶ τὸ ᾔδειν, ὃ δηλοῖ τὸ ἠπιστάμην, ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, γεγονός, ὅμως ἐν τῇ παραληγούσῃ κατὰ τὴν παλαιὰν καὶ αὐτὸ Ἀτθίδα τὸ η μετὰ τοῦ ι ἔχει. καὶ οὕτω μὲν καθίσταται ἡ παραλήγουσα. ἡ δὲ λοιπὴ σκευωρία τοῦ ῥήματος τοιαύτη ἐστίν. ἔθος Ἰωνικὸν ἐκράτησε τοὺς ἐνεργητικοὺς ὑπερσυντελίκους διὰ τοῦ ε καὶ α προάγειν κατὰ τὴν λήγουσαν τοῦ πρώτου προσώπου τῶν ἑνικῶν. τὸ γοῦν ἐπεποιήκειν πεποιήκεά φασιν Ἴωνες καὶ τὸ ἐτετύφειν τετύφεα καὶ τὸ ᾔειν ἤϊα, οἷον «ἤϊα πολλὰ γουνούμενος». ὡσαύτως καὶ τὰ λοιπά. οὕτω γοῦν καὶ τὸ ᾔδειν διαλύοντες ᾔδεα λέγουσιν, ὡς τὸ «εἰ γὰρ ἐγὼ τάδε ᾔδεα». τούτου δὲ κερασθέντος γίνεται ᾔδη ἐν πρώτῳ προσώπῳ καὶ δηλοῖ τὸ ἠπιστάμην, οἷον «ᾔδη ἐγώ» τουτέστιν ἐγίνωσκον. καὶ εἰσὶ τούτου χρήσεις παρά τε ἄλλοις καὶ Σοφοκλεῖ. τοῦ τοίνυν πρώτου προσώπου τοῦ ᾔδεα τὸ ε καὶ τὸ α εἰς η κεράσαντος ἐκβαίνει καὶ τὸ τρίτον ὁμόφωνον καὶ διὰ τοῦτο καὶ τὴν αὐτὴν ἔχει γραφήν. εἰ δὲ ἀδύνατον