Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.801
Not analysed yet
γὰρ ἑταῖροι». ἔστι δὲ τὸ περίστησαν ταὐτὸν τῷ περιέβησαν, ὅ ἐστιν ὑπερεμάχησαν, ὡς μυριαχοῦ λέγεται. (v. 533) Ὅτι τοὺς Θρᾷκας ἀκροκόμους τε καλεῖ, ὅ ἐστιν ἄκρως κομῶντας, καὶ δολιχά φησιν ἔχειν αὐτοὺς ἔγχεα. ἴσως γὰρ ταῦτα ἦσαν αὐτοῖς παράσημα. λέγει οὖν οὕτω· «Θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεα χερσὶν ἔχοντες». ὅρα δέ, ὡς οὐκ ἠξίωσεν αὐτοὺς καρηκομόωντας εἰπεῖν, ὡς ἀπονείμας τοῦτο τοῖς Ἀχαιοῖς. καίτοι ταὐτόν ἐστιν ἀκροκόμους, ὡς εἴρηται, εἰπεῖν καὶ καρηκομόωντας. Τινὲς δὲ οἴονται ἀκροκόμους λέγειν τοὺς ἐν ἄκρῳ τῆς κεφαλῆς κομῶντας, οὐ μὴν καθειμένας εἰς βάθος τὰς τρίχας ἔχοντας. Ἰστέον δὲ καί, ὅτι τοὺς δολιχὰ ἔγχεα χερσὶν ἔχοντας δυνάμενος δολιχέγχεας συνθέτως εἰπεῖν, ὡς ἐπὶ ἄλλων ἐποίησεν, ὅμως οὕτω δόξαν αὐτῷ περιέφρασεν. (v. 534 s.) Ὅτι ἐπὶ ἀνδρείου φεύγοντος ἐξ ἀνάγκης διὰ πολεμίων πλῆθος εἴποι τις ἂν τὸ «οἳ αὐτὸν μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν», ἤτοι καὶ ἀνδρεῖον ὄντα ἐδίωξαν. ἔμφασιν δέ τινα ἔχει μεγαλείου καὶ ὕψους ἡρωϊκοῦ τὸ ὦσαν, εἴ τις ἐννοήσεται, ὡς τὸ μὲν κυλίειν ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κατώτερα λέγεται, τὸ δὲ ὠθεῖν ἀνάπαλιν. ἔτι καὶ δυσχέρειαν ἐμφαίνει τοῦ ἡρωϊκοῦ ἀναποδισμοῦ, εἴπερ κατακυλίεται μέν τι ῥᾷον, ὠθεῖται δὲ οὐκ εὐχερῶς ἀπὸ τῶν κάτω ἐπὶ τὸ ἄνω. καλῶς δὲ τῷ μέγαν ἐπήγαγε τὸ καὶ ἴφθιμον καὶ ἀγαυόν. ὁ γὰρ ἄλλως μέγας βουγάϊός ἐστι καὶ γῆς ἐτώσιον ἄχθος. (v. 535) Ὅτι πελεμίζειν πολλαχοῦ παρὰ τῷ ποιητῇ τὸ κινεῖν ἢ μετακινεῖν. ἐνταῦθα οὖν φησίν· «ὃ δὲ χασσάμενος πελεμίχθη». καὶ ἴσως ἐντεῦθεν γίνεται καὶ ὁ πόλεμος ὡς οἱονεὶ πέλεμος, οἷα κινῶν ἢ καὶ πολλοὺς τοῦ βίου μετακινῶν. Ἰστέον δὲ καί, ὅτι ἀντιστρόφως πως ἔθηκε τὰ τοῦ λόγου μέρη, ὡς οἱ παλαιοί φασιν. ἐχρῆν γὰρ εἰπεῖν, ὅτι «ὃ δὲ πελεμιχθεὶς χάσατο», ἤγουν μετακινηθεὶς ὑπεχώρησε. καὶ ἔστι καὶ τοῦτο πρωθύστερον σχῆμα, ὃ καὶ ὑστερολογία λέγεται καὶ πολλαχοῦ εὑρίσκεται. εἴη δ' ἂν τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ τὸ «χάριν, ἥνπερ τυγχάνων ὑπεσχόμην», ἤγουν ἔτυχον ὑποσχόμενος. κἀκεῖνο δὲ ἰστέον, ὡς, ἐπεὶ καὶ ἄμφω κινήσεις εἰσὶ καὶ τὸ πελεμιχθῆναι καὶ τὸ χάσασθαι, ἀδιάφορον ὁ ποιητὴς ἡγεῖται οὕτως ἢ ἐκείνως εἰπεῖν. (v. 536) Ὅτι παρ' Ὁμήρῳ πρώτῳ κεῖται τὸ παρ' ἀλλήλοις τετάσθαι ἢ κεῖσθαι ἢ εἴ τι τοιοῦτον. φησὶν οὖν· «ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην» καὶ μετ' ὀλίγα «παρ' ἀλλήλοισι τέταντο», ἤγουν