Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.93
Not analysed yet
βάθει κεῖσθαι καὶ μὴ ὁρᾶσθαι· ἢ καὶ ἄλλως μελαίνας τὰς τοῦ θυμουμένου καὶ μὴ ἔχοντος ἡμέρως, ἀλλ' οἷον σκοτεινοῦ καὶ νυκτὶ ἐοικότος, ὅπερ ἐπὶ θυμουμένου Ἀπόλλωνος εἶπεν ὁ ποιητὴς καὶ ἐπὶ Ἕκτορος δὲ ὁμοίως ἐρεῖ. ἕτεροι δὲ τολμηρότερον ἐξηγούμενοί φασιν, ὅτι, ἐπεὶ τοὺς ὀφθαλμοὺς τοῦ θυμουμένου πυρὶ λαμπετόωντι ἐοικέναι λέγει, διὰ τοῦτο καὶ τὰς φρένας τοῦ τοιούτου μελαίνας φησὶ λέγων· «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο», ἵνα εἶεν ἀμφιμέλαιναι φρένες αἱ δίκην καπνοῦ τῷ θυμῷ μελαινόμεναι, ὡς οἷα καπνοῦ τούτου συνόντος τῷ κατὰ τὴν τραγῳδίαν «ἀνηφαίστῳ πυρί» τοῦ θυμοῦ. (v. 104) Πυρὶ δὲ λάμποντι τοὺς ὀφθαλμοὺς εἰκάζει τοῦ θυμουμένου διὰ τὸ ὑπέρυθρον καὶ ὡσανεὶ πυρωπὸν καὶ πυροειδές, ὃ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν ἐν τῇ τοῦ θυμοῦ ζέσει, οὗ αἵματος ἀναδιδομένου διὰ λεπτῶν φλεβίων φλογωπὸς τρόπον τινὰ ὁ θυμούμενος διαδείκνυται. Ἰστέον δὲ ὅτι νῦν μὲν οὐκ εἶπε καιομένῳ πυρὶ τοὺς τοιούτους ἐοικέναι ὀφθαλμούς, ἀλλὰ μόνον λάμποντι διὰ χρόας ἔμφασιν· ἀλλαχοῦ δὲ τοὺς Ἕκτορος ὀφθαλμοὺς πυρί φησι δαίεσθαι ἤγουν καίεσθαι διὰ τὸ μάχιμον ἢ βαρβαρικὸν τοῦ θυμοῦ. ἐρεῖ δέ που καὶ περὶ συὸς τὸ αὐτὸ ἐν τῷ «πῦρ ὀφθαλμοῖς δεδορκώς». τὸ δὲ πίμπλαντο τὸ πολὺ δηλοῖ τοῦ θυμοῦ. οὐ γὰρ ἁπλῶς ἔχει μένος, ἀλλὰ πίμπλαται μένεος ἐκ μεταφορᾶς τῶν ὑδροδόχων ἀγγείων, ἃ πίμπλαται ὑγροῦ. [Ἰστέον δὲ ὅτι τε τὸ «μέγα» ἐν τοῖς ῥηθεῖσιν ἐπιρρηματικῶς κεῖται, ὁποῖα πολλὰ καὶ ἄλλα εἰσί, καὶ ὅτι πρὸς πιθανότητα κεῖται τοῦ λάμπεσθαι πυρὶ ὀφθαλμούς. οὐ γὰρ ἁπλῶς αὐτοὶ πρὸς λαμπηδόνα πυρὸς χρῴζονται, ἀλλ' ὅτε τινὶ μέγας ὁ θυμός. τοῦ δέ «πίμπλαντο» τὸ θέμα πλῆμι ἐκ τοῦ πλῶ καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ νῦ δι' ὄγκον φωνῆς πίμπλημι. οὕτω δὲ καὶ πρῶ, πιπρῶ, πίμπρημι τὸ καίω.] (v. 104) Ὅτι τὸ ὄσσε δυϊκόν—δηλοῖ δὲ τοὺς ὀφθαλμούς—γίνεται μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω, ἐξ οὗ καὶ τὸ «κακοσσόμενος» ἀντὶ τοῦ κακῶς περιβλεπόμενος. κλίνεται δὲ κατὰ μέν τινας ἀπὸ τοῦ ὄσσος οὐδετέρου ὀνόματος, ὡς βέλος, οὗ δοτικὴ ἑνικὴ εὕρηται ἐν χρήσει τῷ ὄσσει ὡς τῷ βέλει, καὶ ἀκολούθως εὐθεῖα δυϊκῶν ὄσσεε καὶ κατὰ ἀποκοπὴν ἢ συγκοπὴν ὄσσε. ἕτεροι δέ φασιν οὕτως· ἀπὸ τοῦ ὄσσος ἀρσενικοῦ, ὡς πλόος, εὐθεῖα δυϊκῶν ὄσσω, ὡς πλόω, καὶ κατὰ μετα-