Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.94
Not analysed yet
πλασμὸν ὄσσε, ἤγουν κατὰ μεταποίησιν τοῦ ω τελικοῦ τῆς εὐθείας τῶν δυϊκῶν εἰς τὸ ε, ὅπερ καὶ αὐτὸ τελικόν ἐστι τῆς τῶν δυϊκῶν εὐθείας. ἔστι γὰρ μεταπλασμὸς μετάθεσις καὶ μετασχηματισμὸς λήξεως λέξεως εἰς ἕτερον συγγενὲς τελικόν, ὡς εὐθὺς δειχθήσεται. γίνεται δὲ ὁ τοιοῦτος μεταπλασμὸς καὶ ἐν ὀνόμασιν, οἷον τῇ ὑσμίνῃ καὶ τῇ Δωδώνῃ, κοινῶς μὲν διὰ τοῦ η τὸ τελικόν, ποιητικῶς δὲ διὰ τοῦ ι κατὰ μετάπλασιν. τὸ δὲ ὅμοιον καὶ ἐπὶ τοῦ ἀλκῇ· τὸ γάρ «λέων ἀλκὶ πεποιθώς» διὰ τοῦ ἰῶτα γραφὲν μεταπέπλασται. καινότερον δὲ τούτων τὸ «τῇ κλαδί» παρ' Αἰλιανῷ ἐν τῷ Περὶ ζῴων ἰδιότητος. εὑρεθήσονται δὲ καὶ ἄλλοι ἐν τοῖς ἑξῆς πολλοὶ μεταπλασμοὶ ἐν ὀνόμασι. γίνεται δὲ τὸ τοιοῦτον πάθος καὶ ἐν ῥήμασιν, οἷον τὸ περιπατοίην ἐκ τοῦ περιπατοῖμι μετεπλάσθη ἀπὸ τελικοῦ δηλαδὴ εἰς τελικόν, ὡς καὶ ἀπὸ τοῦ γνοῖμι τὸ γνοίην καὶ ἀπὸ τοῦ δοῖμι τὸ δοίην καὶ ἀπὸ τοῦ εἴδοιμι τὸ εἰδείην [καὶ τὸ καινότερον ἐκ τοῦ ἐκπεφεύγοιμι τὸ ἐκπεφευγοίην παρὰ Σοφοκλεῖ.] τελικὸν γὰρ ἐν εὐκτικοῖς καὶ τὸ μι, οἷον τύπτοιμι, καὶ τὸ ην, οἷον τυφθείην, ὅμοιον δέ τι ἔπαθε καὶ τὸ κλῦε τουτέστιν ἄκουε. καὶ αὐτὸ γὰρ μεταπλασθὲν εἰς ἕτερον προστακτικὸν τελικὸν κλῦθι γέγονεν, ὡς ἀρέσκει τοῖς παλαιοῖς. ὁμοίῳ δέ τινι τρόπῳ καὶ τὸ ἄνωγε, ἀντὶ τοῦ κέλευε, ἄνωχθι γέγονεν. εὕρηται δὲ πάθος ὅμοιον καὶ ἐν ἐπιρρήμασιν, ὡς ὅτε τὸ διχῆ δίχα φαμὲν καὶ τριχῆ τρίχα καὶ τὰ ἑξῆς καὶ τὸ σαφῆ σάφα. καὶ ἐν τούτοις γὰρ τελικῶν γέγονεν ἐναλλαγή. τελικὰ γὰρ ἐπιρρημάτων ὥσπερ τὸ η, οὕτω καὶ τὸ α, οἷον ἅμα, κάρτα ἀντὶ τοῦ λίαν, μάλα, εἶτα, σφόδρα, ὑπόδρα ἀντὶ τοῦ ὑποβλεπτικῶς, ἄντα ἀντὶ τοῦ ἐξ ἐναντίας. περὶ δὲ τοῦ ὄσσε δεδήλωται ἄλλως καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (v. 106) Ὅτι εἰ καὶ τῶν μάντεων ἐν ἐλπίδι κακῶν χρῄζομεν, ἀλλ' ὅμως ἐν τῷ «ὦ μάντι κακῶν», ἵνα μή τις τοιοῦτόν τι νοήσῃ—τοῦτο γὰρ ἔπαινος μάντεως—ἐπάγει ἐφερμηνεύων «οὐ πώ ποτέ μοι τὸ κρήγυον ἔειπες», ὅ ἐστι τὸ ἀγαθόν, ὡς ὁ Πορφύριος λέγει, ἵνα μάντιν κακῶν νοήσωμεν ἐνταῦθα οὐ τὸν ἐν κακοῖς χρήσιμον, ἀλλὰ τὸν δύσφημον καὶ κακὰ μαντευόμενον καί, καθά τις ἔφη, κακόμαντιν, ὅπερ ἀνωτέρω ἀσαφέστερον ἐδήλωσεν ἐν τῷ [καθά τινες γράφειν ἐθέλουσι,] «κακοσσόμενος» ἤγουν ἀποκαλέσας κακὸν κατὰ τὴν ὄσσαν ἤτοι κατὰ τὴν μαντείαν. Ἐπεὶ δὲ ἀσαφὴς ἦν καὶ ἔτι ὁ λόγος, ἐπάγει σαφέστερον, (v. 107 s.) ὅτι «αἰεί τοι» ἤγουν σοι «τὰ κακά ἐστι φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δὲ οὔτε τί πω εἶπας ἔπος οὐδ' ἐτέλεσας». ὁ δὲ λόγος οὗτος οἰκεῖός ἐστι λέγεσθαι πρὸς πάντα τὸν ἀεὶ τὰ