Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.95
Not analysed yet
δυσχερῆ τισιν ἀπαγγέλλοντα. Καὶ σημείωσαι ὅπως ἐνταῦθα πλεοναχῶς τὸ αὐτὸ εἶπεν ὁ ποιητής, πρῶτα μὲν κακοσσόμενος εἰπὼν ἀσαφῶς, ὡς ἀνωτέρω εἴρηται, εἶτα σαφέστερον «μάντιν κακῶν» καὶ ἔτι ἐπὶ πλέον σαφῶς «ἀεί σοι φίλα ἐστὶ τὰ κακὰ μαντεύεσθαι». καὶ ἔστι τὸ φίλα Ἀττικῶς ἀντὶ ἑνικοῦ τοῦ φίλον, ὡς καὶ παρὰ Σοφοκλεῖ «οὕτως ἀμυντέα ἐστὶ τοῖς κοσμουμένοις» ἀντὶ τοῦ ἀμυντέον· καὶ [»σχέτλια γὰρ ἐμέ γε τάδε πάσχειν» ἀντὶ τοῦ σχέτλιόν ἐστι] καὶ παρ' Ἡροδότῳ «νομιζόμενα» ἀντὶ τοῦ νομιζόμενον· καὶ παρὰ τῷ Κωμικῷ «συνεκποτέα ἐστί σοι καὶ τὴν τρύγα». ἢ καὶ ἄλλως «ἀεί σοι τὰ κακὰ φίλα ἐστίν», οὐχ' ὥστε καὶ ποιεῖν αὐτά—[οὐδὲ γὰρ δύνασαι,] —ἀλλ' ὥστε μαντεύεσθαι. ὅτι δὲ τὸ κακοσσόμενός τινές φασιν ἀντὶ τοῦ κακῶς καὶ ἀγρίως περιβλεψάμενος, προερρέθη. νοῆσαι γὰρ τὸ κακοσσόμενος ἀντὶ τοῦ κακολογήσας οὐκ ἀρέσκονται οἱ παλαιοὶ λέγοντες μηδέποτε τὴν ὄσσαν ἐπὶ κακῆς ἀλλ' ἐπὶ θείας τινὸς φήμης λέγεσθαι. διὸ καὶ ἐπὶ μαντείας ἔστιν ὅτε τίθεται. [Ὅτι δὲ τὸ κακοσσόμενος καὶ ἐν δυσὶ λέξεσιν εὑρίσκεται κάκ' ὀσσόμενος, ἐν ἀντιγράφοις δηλοῦται παλαιοῖς. δῆλον δὲ ὡς καὶ ἀναπόλησιν φαντασιώδη σημαίνει ἔστιν ὅτε τὸ ὀσσόμενος, οἷον «ὀσσόμενος πατέρ' ἐσθλόν».] (v. 106) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ πλεοναχῶς, ὡς εἴρηται, τὴν αὐτὴν ἔννοιαν φράσαι ταὐτολογεῖ ὁ ποιητὴς ἐπίτηδες πλεονάκις τὸ αὐτὸ στρέψας νόημα ἐν τῷ «μάντι κακῶν» καὶ «οὔ ποτέ μοι τὸ κρήγυον ἔειπας» καὶ «αἰεὶ τὰ κακὰ μαντεύῃ» καὶ «ἐσθλὸν οὔτε τί πω εἶπας». καὶ μιμεῖται τὸ τῶν ὀργιζομένων ἐν κατηγορίᾳ δυσκατάπαυστον, οἳ τὰ αὐτὰ πολλάκις ἀναπολοῦσιν ὡς μή πω κατ' ἀξίαν εἰπόντες. μάντιν δὲ κακῶν τὸν Κάλχαντα οὐκ ἀμαρτύρως λέγει, ὡς οἱ παλαιοὶ ἐπισημαίνονται, ἀλλὰ διότι καὶ τὸ ἔσεσθαι δεκαετῆ τὸν πόλεμον αὐτὸς ἐν τῇ Αὐλίδι ἐμαντεύσατο καὶ τὴν τῆς ᾀδομένης δὲ ἀπνοίας τῶν ἀνέμων αἰτίαν αὐτὸς ἐξεῦρεν, ὅτε ἦσαν οἱ Ἕλληνες ἐκεῖ, καὶ τὴν ἐκεῖθεν δὲ εὔπλοιαν αὐτὸς ἐξιάσατο τῇ σφαγῇ τῆς Ἰφιγενείας τῆς θυγατρὸς τοῦ βασιλέως. ταῦτα δέ, εἰ καὶ κακὰ ἦσαν τῷ Ἀγαμέμνονι, ἀλλὰ γοῦν ἀληθῆ καὶ ἄριστον μάντιν παριστῶσι τὸν Κάλχαντα. ὅρα γοῦν οἷον ἡ ὀργὴ ἐφ' ὕβρει προφέρουσα τὰ ἐφ' οἷς ἄν τις ἐγκωμιάζοιτο, καθάπερ καὶ εἴ τις ἰατρὸν ψέγει νόσους προλέγοντα καὶ τὰς ἐκείνων θεραπείας ἐπάγοντα. ἦν δὲ ἂν ψεκτέος ὁ Κάλχας, ἐὰν κακὰ προέλεγε μὴ ἀποβαίνοντα. νῦν δὲ οὐ διότι ἔλεγε, διὰ τοῦτο ἀπέβαινον τὰ κακά, ἀλλὰ διότι ἀποβήσεσθαι ἔμελλον, διὰ τοῦτο προὔλεγεν. (v. 108) Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀγαθοῦ ἀνδρὸς ἐν δυσὶ τούτοις χαρακτηριζομένου, τῷ ἀγαθὰ λέγειν καὶ τῷ ἀγαθὰ τελεῖν, ἀμφοτέρων τούτων ὁ βασιλεὺς στερίσκει τὸν Κάλχαντα, τῇ γλώσσῃ διὰ θυμὸν χαριζόμενος, εἰπών, ὅτι ἐσθλὸν οὔτε τί πω εἶπας ἔπος οὔτε ἐτέλεσσας. λείπει δὲ κατὰ ἐοικυῖαν ἔννοιαν τὸ ἔργον, ἵνα λέγῃ ὅτι οὔτε ἔπος εἶπας οὔτε ἔργον ἐτέλεσας. [Ὅρα δὲ