Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.96
Not analysed yet
τὸ «οὔτε τί πω εἶπας ἔπος» Ἀττικῶς ῥηθέν. ὡς γὰρ ἔλεξας λόγον καὶ ὕπνωσας ὕπνον καὶ ἄλλα τοιαῦτα μυρία, οὕτω καὶ εἶπας ἔπος. τὸ δέ «οὔτέ τι πω», καθὰ καὶ μετ' ὀλίγα τὸ «οὐδέ τι πω», βαρύνοντα τὸν πω παραπληρωματικὸν σύνδεσμον διὰ συνέπειαν πάντως ἀφυπνίζει τὴν αὐτοῦ κοιμωμένην ὀξυτόνησιν ἐν τῷ «οὐ πώ ποτέ μοι», ὃ ταὐτόν ἐστι τῷ «οὔπω ποτέ», ὡς καὶ ἀλλαχοῦ φανεῖται. οὕτω δὲ καὶ ἐν τῷ «θεός που σοι τό γ' ἔδωκεν», εἰ τονωθείη τό που, ὀξύνοιτο ἂν εὐλόγως.] τὸ δέ «ἐτέλεσσας» ἀφορμή ἐστι τῆς τῶν ἀποτελεσματικῶν κλήσεως. ὅτι δὲ ἀγαθὰ νῦν ὁ Κάλχας λαλεῖ, δῆλον αὐτόθεν· ἀλλὰ καὶ ὅτι ἀγαθὸς ἦν ἀποτελεῖν, δῆλον καὶ αὐτό, εἴγε ταῖς ναυσὶν εἰς τὴν Τροίαν αὐτὸς καθηγήσατο. σημείωσαι δὲ καὶ ὅτι οὐ μάτην ὁ Κάλχας ἐδεδίει τὸν βασιλέα. ἰδοὺ γὰρ πολὺς αὐτῷ ἐπίκειται μαντευσαμένῳ τὸ ἀληθές. οὕτως ἀφόρητον ἐξουσία ἐγκοπτομένη τῆς ἐπιθυμίας. εἰ δὲ πρὸς Κάλχαντα τοιοῦτος ὁ βασιλεύς, οἷος ἔσται τῷ Ἀχιλλεῖ τῷ καὶ κινήσαντι τὸν Κάλχαντα καί τι καὶ ὑβρίσαντι, ὡς προείρηται; καὶ ὅρα τὴν ἐν τοῖς πλάσμασιν Ὁμηρικὴν πιθανότητα. μεγάλα γὰρ λυπηθεὶς ἐπὶ τῷ Ἀχιλλεῖ ὁ βασιλεὺς μέγα τι καὶ ἀντιδράσει, ὡς εἰκός, κακὸν καὶ στερηθεὶς τῆς ἑαυτοῦ Χρυσηΐδος εἰκότως τὴν ἐκείνου ἀφαιρήσεται θυμομαχῶν. (v. 106) Τὸ δέ «κρήγυον», εἰ μὲν ἀντὶ ἐσθλοῦ ληφθήσεται, ἀκολούθως κεῖται μετὰ τῶν κακῶν. ἐναντία γὰρ ἐσθλὸν καὶ κακόν· καί εἰσιν ἐνταῦθα δύο χωρία ταὐτοδύναμα κατὰ ἄρσιν καὶ θέσιν, οἷον «ἀεὶ μάντις εἶ τῶν κακῶν» καὶ «οὐ πώ ποτέ μοι τὸ κρήγυον» ἤτοι ἀγαθόν «εἶπας». καὶ πάλιν εὐθύς «αἰεὶ κακὰ φιλεῖς μαντεύεσθαι, ἐσθλὸν δὲ οὔ πω εἶπας ἢ ἐτέλεσας». εἰ δέ, ὡς τοῖς πλείοισι δοκεῖ, κρήγυον ληφθείη τὸ ἡδὺ καί, ὡς ἡ ἐτυμολογία λέγει, τὸ ἡδῦνον τὸ κῆρ ἤγουν τὴν ψυχήν, κεῖται καὶ οὕτω τὸ ἀντιζυγοῦν πρὸς τὰ κακὰ ἤγουν τὸ ἐσθλόν, ἵνα ὦσιν ἄλλως αἱ δύο συζυγίαι, λυπηρὸν καὶ ἡδὺ καὶ ἀγαθὸν καὶ κακόν, οὕτω· «μάντι κακῶν» ἤτοι λυπηρῶν «οὔ ποτέ μοι τὸ κρήγυον» ἤγουν ἡδύ «ἔειπας, αἰεὶ κακὰ μαντεύῃ, ἐσθλὸν δὲ οὐδέν». [Ὅρα δὲ ἐν τῷ κρήγυον, εἴπερ ἀπὸ τοῦ κῆρ ἥδειν ἤγουν ψυχὴν εὐφραίνειν γίνεται, ὡς ἐκ τῆς αὐτῆς ἐτυμολογίας καὶ τὸ κέρδος γενόμενον, ἐπεὶ τὸ κέαρ ἡδύνει, ὅμως διαφορὰν πρὸς τὸ κρήγυον ἔχει πολλήν.] (v. 109 ss.) Ὅτι δεινῶς καὶ πρὸς τὸ συμφέρον ἑαυτῷ