Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.11
Not analysed yet
πάθη ἤστην. (v. 11) Ἡ δὲ τοῦ Φηγέως κλῆσις ἔοικε τῇ τοῦ Ἰδαίου ἀκολουθεῖν. εἰ γὰρ ὁ Ἰδαῖος τῇ Ἴδῃ τῷ ὄρει παρωνόμασται, εἴη ἂν ὁ Φηγεὺς παρώνυμος ταῖς Ἰδαίαις φηγοῖς, ὅ ἐστι δρυσίν, αἳ καὶ χρήσιμοι πρὸς θυσίαν ἦσαν τῷ πατρὶ Δάρητι, σχίζαις κατακαίοντι τὰ ἱερευόμενα. (v. 13) Ἐν τούτοις δὲ καὶ τὸν πεζὸν ἑρμηνεύων ὁ ποιητής φησιν ὁρμηθῆναι τοὺς μὲν Δαρητιάδας ἀφ' ἵππων, τὸν δὲ Διομήδην ἀπὸ χθονὸς πεζόν. ἐξ οὗ δῆλον ὅτι πεζὸς ὁ περὶ τὸ πέδον, ἀφ' οὗ καὶ γίνεται. (v. 14) Ὅτι τὸ σχεδόν ἀεὶ παρ' Ὁμήρῳ ἀντὶ τοῦ ἐγγύς λαμβάνεται. ἀφ' οὗ καὶ σχεδία ἡ δι' ὀλίγου συμπαγεῖσα ναῦς, καὶ σχέδιον τὸ αὐθωρόν, καὶ σχέδην τὸ πλησίον. καὶ παρὰ τοῖς ὕστερον δέ, εἰ καὶ διστακτικῶς ἡ λέξις λαμβάνεται, ἀλλὰ καὶ παρ' αὐτοῖς ἐγγύτητα δηλοῖ, οἷον «σχεδὸν ἀφραίνεις», ἤγουν ἐγγὺς καὶ παρ' ὀλίγον. Κεῖται δ' ἐνταῦθα τὸ σχεδόν οὕτως· «οἳ δ' ὅτε σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες», [ἀντὶ τοῦ κατ' ἀλλήλων ἰόντες ἢ ἐπιόντες ἀλλήλοις. καὶ τοῦτο μὲν καινότερον καὶ χρηστὸν καὶ τοῖς ὕστερον, τὸ δὲ κοινότερον «ἐπ' ἀλλήλους ἰόντες».] (v. 17) Ὅτι ἐν τῷ «οὐδ' ἔβαλεν αὐτόν» φανερῶς τὸ βάλλειν ἀντὶ τοῦ ἐπιτυγχάνειν λαμβάνεται. Τὸ δὲ «οὐκ ἔβαλεν» ἀλλαχοῦ οὐκ ἔτυχε λέγεται ἐν τῷ «ἤμβροτες οὐδ' ἔτυχες». (v. 18) Τὸ δὲ μὴ ἐπιτυχὸν βέλος ἅλιον λέγεται τῆς χειρὸς ἐκφυγεῖν, οὗ ἀναπάλιν τὸ «τοῦ δ' οὐχ' ἅλιον βέλος ἔκφυγε χειρός». καὶ σημείωσαι τὸ «βέλος ἔκφυγεν». Οὕτω γὰρ καὶ ἔπος φεύγειν ἕρκος ὀδόντων φησίν, ὅταν ὁ λόγος εἴη μὴ καίριος. (v. 19) Ὅτι ὥσπερ ἐκ τοῦ παρὰ ποταμὸν παραποτάμιος σύνθετον ὄνομα, οὕτω καὶ ἐκ τοῦ μετὰ μαζὸν στῆθος μεταμάζιον τὸ μεταξὺ τῶν μαζῶν, ὡς καὶ μεταίχμιον τὸ μεταξὺ τῶν αἰχμῶν. (v. 20) Ὅτι πάνυ φίλιππον τὸν Διομήδην