Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.102
Not analysed yet
χθόνιος ὁ κατὰ λόγον Ἑρμῆς, καθὰ δηλοῖ καὶ ὁ Σοφοκλῆς καὶ ὁ Κωμικός, καὶ οὐράνιος δὲ διὰ τὸν Δία, οὗ ἐστὶν ἄγγελος. ἀλλὰ μὴν καὶ θαλάττιος, ὡς ὁ μῦθος αἰνίττεται, ὁ λάρον αὐτὸν τοῖς κύμασιν ἐπαφείς. ἤδη δὲ καὶ καταχθόνιος, καθότι καὶ ψυχοπομπός. πάντα γὰρ ὁδευτὰ λόγῳ καὶ ἁλώσιμα, [εἰς ὃν οὐ μόνον ὁ Ἑρμῆς ἐκλαμβάνεται, ἀλλὰ καὶ ὁ Ἡρακλῆς, ὡς εἴρηται, ὃς ἐκ τῆς προσεχῶς ἠλληγορημένης Ἥρας προσφυῶς ἂν ἐτυμολογοῖτο, οἷα διὰ τῆς τοιαύτης Ἥρας κλέος εὑρὼν ὡς φιλόσοφος. Εἰ καὶ ὁ τεχνικὸς Γεώργιος ἀποτροπιάζεται τὴν τοιαύτην ἐτυμολογίαν, ἧς ἐπὶ πλέον ἀπορραπίζει καὶ τὴν τοῦ Φοίβου, ἣν ἱστορεῖ ὁ γράψας οὕτω· Ἡρακλῆς ἐλθὼν διὰ χρησμὸν ἤκουσε καὶ ταῦτα «Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις». ἡ τοιαύτη γὰρ ψιλοῖ τὴν τοῦ Ἡρακλέος ἄρχουσαν, εἴπερ ἀπὸ τοῦ ἦρα γίνεται, ὃ δηλοῖ τὴν χάριν, ὅθεν σύνθετον τὸ ἐπίηρα, ὧν ἀρχὴ τὸ ἐρῶ ἤγουν ἐπιθυμῶ, ψιλούμενον ἀναντιρρήτως καθὰ καὶ τὸ ἦρα, οὗ τὸ ἐντελὲς ἐπιήρανα κατὰ τοὺς παλαιούς.] Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὅτι δὲ ἡ ἱστορία βασιλέα οἶδε τόπου τινὸς Μολοττικοῦ Ἅιδην καὶ κύνα γενναῖον ἐκείνου τὸν Κέρβερον, ὃν Ἡρακλῆς εἷλεν ἐξ ἐπιταγῆς καὶ τῷ Εὐρυσθεῖ ἐκόμισεν, ἐν ἄλλοις εἴρηται. Ἦλθε δὲ καὶ τοῖς νῦν εἰς πεῖραν Ἅιδης, ἀνὴρ πολυκτήμων Μακεδών. (v. 382—415) Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη «τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν θεοὶ ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. τλῆ μὲν Ἄρης, ὅτε