Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.103
Not analysed yet
μιν Ὦτος κρατερός τ' Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ. χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης, ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια Ἑρμέᾳ ἐξήγγειλεν. ὃ δ' ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει. τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν», ὅ ἐστιν ὠδύνησε. καὶ ὁ μέν, φησίν, «ἔβη πρὸς δῶμα Διὸς καὶ Ὄλυμπον, κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος. αὐτὰρ ὀϊστὸς ὤμῳ ἐνὶ στιβαρῷ ἐλήλατο», ἤγουν ἐπέπηκτο, καὶ τὰ ἑξῆς, ἐν οἷς φράζει καὶ περὶ Παιήονος, ὡς τὸν Ἅιδην ἠκέσατο, καὶ κατὰ Ἡρακλέος, οἷος ἦν, καὶ ὡς ὁ Διομήδης Ἀθηνᾶς ἀνιείσης ἀνδραγαθεῖ, καὶ ὡς οὐκ ἀεὶ εὐτυχοῦσιν οἱ θεομάχοι, καὶ περὶ Διομήδους, ὡς χρὴ πτοεῖσθαι, μὴ πρὸ ὥρας χήρα γένηται αὐτῷ ἡ γυνὴ Αἰγιάλεια ὡς θεομαχοῦντι. Περὶ δὲ τούτων πάντων ἐφεξῆς εἰρήσεται. Καὶ τέως πρὸ τῶν ἄλλων ἰστέον ὡς χρᾶται καὶ ἐνταῦθα Ὅμηρος λέξεως ἐπιμονῇ διὰ τὸ καίριον. (v. 382 s.) Εἰπὼν γὰρ «τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ»—παραμυθητικὸς δὲ ὁ λόγος—ἐπάγει ἐπιμένων «πολλοὶ γὰρ δὴ ἔτλημεν. ἔτλη μὲν Ἄρης, ἔτλη δὲ Ἥρη, ἔτλη δὲ Ἀΐδης πελώριος ὠκὺν ὀϊστόν». Καὶ σημείωσαι ὅτι ἐνταῦθα μὲν ἐντελῶς εἶπεν ἐν τῷ «ἔτλη ὠκὺν ὀϊστόν», ἀνωτέρω δὲ ἐλλειπτικῶς ἔλεγεν «ἔτλη Ἥρα,» ὀϊστὸν δηλαδή, ἔτλη ὁ Ἄρης, δηλονότι δεσμόν. Διὸ εἰκὸς καὶ τὸ τέτλαθι καὶ τὸ τλῆμεν τοιοῦτον ἀκολούθως εἶναι, ἵνα ᾖ· τέτλαθι, τέκνον, τὸ τοῦ Διομήδους ἔγχος, καὶ πολλοὶ γὰρ δὴ τλῆμεν, ἄλγεα δηλαδή. Ὅρα δὲ τὸ τέτλαθι καὶ τὸ ἀνάσχεο, ταὐτὰ δοκοῦντα εἶναι καὶ τῇ παραθέσει συντελοῦντα εἰς ἐτυμολογίαν τοῦ σχέτλιος, ὡς εἶναί ποτε σχέτλιον καὶ τὸν κήδεα τλάντα καὶ ἀνασχόμενον. Ἰστέον δὲ καὶ ὅτι ἅπας, ᾧ προσαρμόττει τὸ ἔτλη, ἐκεῖνος τλήμων καὶ τάλας λέγεται. [Οὗ ἀνάπαλιν ἔχει παρὰ τῷ Σοφοκλεῖ ἀτλητῶν, ἤγουν μὴ ἔχων τλήμων εἶναι.] ᾯ δὲ πολλάκις ἐπιλεχθείη,