Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.104
Not analysed yet
ἐκεῖνος καὶ πολυτλήμων ἂν εἴη, καθὰ καὶ πολύτλας. Τὸ δὲ τέτλαθι ἀναδιπλασιασμὸν ἔχει, ὁποῖον καὶ τὸ τέθναθι καὶ τὸ κέκλυθι. Τὸ δὲ κηδομένη ἔχει καὶ ἐνεργητικόν, ὡς δηλοῖ τὸ «τόξοις ἔκηδε θεούς», ὅ ἐστιν ἔβλαπτε. τὸ μέντοι κήδεσθαι, ὃ δηλοῖ τὸ φροντίζειν, οὐδέποτε προφέρεται ἐνεργητικῶς. (v. 385) Κρατερὸς δὲ Ἐφιάλτης εἴη ἂν ὡς καὶ κρατερὸς δεσμὸς ὁ χαλεπός. οὕτω δὲ καὶ κρατερὸς παῖς Ἀμφιτρύωνος. Οὐ γὰρ ἔστι σημαντικὴν οὐδ' ἐνταῦθα ἐπαίνου τὴν τοιαύτην λέξιν εἶναι. Τοῦ δὲ Ἐφιάλτης ἀναλογώτερον ἔχειν δοκεῖ ὁ προρρηθεὶς ἐπίαλτος. οὐ γάρ ἐστι σαφὲς αἴτιον τῆς τοῦ π εἰς φ μεταβολῆς, εἴγε ψιλοῦται τὸ ἰάλλω. (v. 388) Τὸ δὲ «ἀπόλοιτό κεν» ταὐτόν ἐστι τῷ ἀπώλετο ἄν. ἔστι δὲ Ἀττικὸν τὸ ἀντὶ παρῳχημένων χρᾶσθαι τοῖς εὐκτικοῖς, οἷον τῷ ἔλθοι ἀντὶ τοῦ ἦλθε καὶ τῷ δράμοι ἀντὶ τοῦ ἔδραμε, καὶ τοῖς ὁμοίοις, ὧν χρῆσις ἀπειροπληθής. (v. 389) Ἠερίβοια δέ, εἰ μὲν παρὰ τὴν βοὴν γίνεται, καλοῖτο ἂν οὕτως ὡς οἷον ὑψίλαλος κατὰ τοὺς ἠεροφώνους. εἰ δὲ παρὰ τὴν βοῦν, δηλοῦν δοκεῖ ἢ τὴν μελάμβοον ἢ τὴν μεγαλόβοον, ὡς οἷον ἐρίβουν, ἢ τὴν πολύβουν, ὡς πλεονάζειν οὕτω τὸ κατ' ἀρχὴν η. Σχηματισμὸς δὲ τῆς Ἠεριβοίας κατὰ τὴν Εὔβοιαν καὶ ἀλφεσίβοιαν. (v. 390) Ὁ δὲ Ἑρμέας ὡς πρωτότυπον ἐπενθέσει μὲν τοῦ ι Ἑρμείας γίνεται, κράσει δὲ τοῦ ε καὶ α εἰς η Ἑρμῆς. (v. 391) Τὸ δὲ