Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.105
Not analysed yet
δαμνᾶν πλεονασμὸν ἔχει τοῦ ν Δώριον, ὁποῖος γίνεται καθ' Ἡρῳδιανὸν καὶ ἐν τῷ ἐλαύω ἐλαύνω, δύω δύνω, καὶ τοῖς ὁμοίοις. (v. 392) Ὅρα δὲ καὶ ὅτι τὸν Ἡρακλῆν κρατερὸν παῖδα Ἀμφιτρύωνος εἰπών, εἶτα καὶ Διὸς υἱὸν αὐτὸν λέγει, οὐ μόνον διὰ τὸ βασιλικόν, ἀλλ' ἵνα καὶ πιθανοὺς καταστήσῃ τοὺς περὶ αὐτοῦ μύθους, ἤγουν τὴν βολὴν τῆς Ἥρας καὶ τοῦ Ἅιδου. οὐ γὰρ ὁ τοῦ Ἀμφιτρύωνος ἀλλ' ὁ τοῦ Διὸς δύναιτο ἂν τοιαῦτα ποιεῖν. (v. 393) Καὶ σημείωσαι ὅτι ἐνταῦθα καὶ τόπους ὁρίζει ταῖς πληγαῖς διὰ πιθανότητα, εἰπὼν τὴν μὲν Ἥραν δεξιτερὸν κατὰ μαζὸν βληθῆναι ὀϊστῷ τριγλώχινι, τὸν δὲ Ἅιδην ὤμῳ ἐνὶ στιβαρῷ. Ἰστέον δὲ καὶ ὅτι κατὰ μαζὸν ἀλληγορικῶς ἡ Ἥρα βάλλεται, ἤγουν ὁ ἀήρ, διότι ἐπηβόλως, εἰπεῖν δὲ καιριώτερον εὐθυβόλως καὶ ἐπιτυχῶς καὶ εὐσκοπώτατα, ὑπὸ τοῦ φιλοσόφου λόγου νενόηται, ὅτι ζωογόνος ἐστὶν ὁ ἀήρ· τούτου γάρ ἐστι δηλωτικὸν ὁ μαζός, τρέφων τὰ νεογνά. ὅθεν καὶ οὖθαρ ἀρούρης τὸ πῖον λέγεται καὶ θρεπτικόν. (v. 400) Ὁ δὲ Ἅιδης παρὰ τὸν ὦμον βέβληται, ὑψηλὸν ὄντα τόπον ἐν σώματι, διότι εὐσκόπως πάλιν ὁ αὐτὸς Ἡρακλῆς, τουτέστιν ὁ φιλόσοφος λόγος, κοῦφον εἶναι αὐτὸν καὶ ἀνωφορούμενον κατενόησεν. ὅπουγε καὶ αὐτὸς ὁ ὑπόγαιος ἀὴρ τοιοῦτός ἐστι φύσει. ἢ μάλιστα διότι ἡ καιριωτάτη βολὴ τοῦ λόγου κατὰ τοῦ ἀέρος ἄνω που γίνεται, ὅτε τὰ μετέωρα σκέπτεται. καὶ γὰρ θεωρεῖ μὲν αὐτὸς καὶ τὰ κάτω τοῦ Ἅιδου, ἤτοι τοῦ σκοτεινοῦ καὶ μέλανος ἀέρος, καταβαίνων εἰς αὐτὸν καὶ οἷον ἐρεβοδιφῶν. ἐπὶ μᾶλλον δὲ τῆς αὐτοῦ κεφαλῆς ἐφίεται καὶ κατὰ τῶν ἄνω τείνας ἑαυτὸν ἐπιβάλλει τοῖς ἐκεῖ σκοπιμώτατα. (v. 393) Τριγλώχιν δὲ ὀϊστὸς ὁ τῆς φιλοσοφίας τριπλοῦς τρόπος, ὁ ἠθικός, ὁ φυσικὸς καὶ ὁ μαθηματικός, οἷς χρώμενος ὁ