Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.106
Not analysed yet
Ἡρακλῆς λόγος ἐπιτυχῶς βάλλει κατά τε ἀνδρῶν καὶ θεῶν, ἤτοι ἐπιτυγχάνει φιλοσοφίας λόγῳ τῆς τῶν θείων τε καὶ ἀνθρωπίνων καταλήψεως. Γλωχὶν δὲ ξίφους ἡ γωνία. ὅθεν καὶ γίνεται κατὰ τοὺς παλαιοὺς ὡς οἷον γωνιοχίν τις οὖσα, καὶ ἐν συγκοπῇ καὶ τροπῇ γλωχὶν ἡ γωνίαν ἔχουσα. ἢ καὶ ἄλλως παρὰ τὸ κλῶ, οἱονεὶ κλωχίν τις ἡ κεκλασμένη, ταὐτὸν δ' εἰπεῖν, κλάσμα ἔχουσα. Ἡ δὲ γωνία ὅτι ἀπὸ τοῦ γόνυ κατ' ἔκτασιν γίνεται, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. (v. 395) Τὸ δὲ «Ἅιδης πελώριος» ἐπιλεχθείη ἄν ποτε ἀστείως καὶ ἀνδρὶ φάγῳ μεγαλοσωμάτῳ. (v. 396) Ἐν δὲ τῷ «ωὐτὸς ἀνήρ», ἤγουν ὁ αὐτός, ἰστέον ὅτι ἡ ωυ δίφθογγος ἐν μιᾷ μὲν λέξει κατὰ διάλυσιν προάγεται διεξοδικῶς, οἷον θωϋμάσιος ὁ θαυμάσιος, καὶ ἑωϋτοῦ ἀντὶ τοῦ ἑαυτοῦ, ἐν δὲ δυσὶ λέξεσι κέκραται τῷ λόγῳ τῆς συναιρέσεως. Ἔτι ἰστέον ὅτι, ὥσπερ φθογγή φθόγγος, χολή χόλος, [τιμή τῖμος παρὰ τῇ κωμῳδίᾳ τὸ τίμημα], ποθή πόθος, ὠνή ὦνος, βολή βόλος, καὶ ἕτερα, οὕτω πύλη πύλος ἀρσενικῶς οἷον «ἐν πύλῳ βαλών». Οὐ γὰρ ἐν τῇ Πύλῳ τῇ πόλει τὸν Ἅιδην ὁ Ἡρακλῆς ἔβαλεν, ἀλλὰ κάτω ἐν τῇ τῶν νεκρῶν πύλῃ. διὸ καὶ ἑρμηνεύων ἐπάγει «ἐν νεκύεσσι βαλών». [Βόλον δὲ ἀνωτέρω ἔφαμεν τὸν ὁμωνύμως λεγόμενον ἐπί τε τοῦ πεττευτικοῦ καὶ ἐπὶ τοῦ κατὰ τὸ δίκτυον δέ. Ὅθεν καὶ ῥῆμα σπουδαῖον ἐν χρήσει τὸ βολίζειν, ἤγουν βάθος θαλάσσης μετρεῖν μολιβδίνῃ καθέτῳ ἢ τοιῷδέ τινι.] (v. 399) Τὸ