Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.107
Not analysed yet
δὲ ὀδύναις δεδόσθαι οὐκ ἀπέοικε τοῦ ὀδύναις πεπάρθαι. διὸ εἰπὼν «ὀδύνῃσιν ἔδωκεν» ἐπάγει μετ' ὀλίγα τὸ «ὀδύνῃσι πεπαρμένος», προσφυῶς τρέψας. ὡς γάρ τις βέλει, οὕτω καὶ ὀξείαις ὀδύναις πείρεσθαι λέγοιτ' ἄν. [Τροπῆς δέ εἰσι καὶ ἄμφω μύθῳ πρεπούσης. ὡς οἷον γάρ τι σωματοειδὲς αἱ ὀδύναι ὑπόκεινται, αἷς ὁ Ἅιδης δέδοται, ναὶ μὴν καὶ πέπαρται, εἴη δ' ἂν ταὐτὸν εἰπεῖν καὶ ἐλήλαται. (v. 400) Στιβαρὸς δὲ ὦμος, καθὰ καὶ χεὶρ στιβαρά, ὁ πυκνὸς καὶ οὕτω στερρὸς παρὰ τὸ ἔστιβον. ἐξ οὗ καὶ ὁ στίβος καὶ ἡ στιβάς.] Τὸ δὲ ἐλήλατο νῦν μὲν ἐπὶ ὀϊστοῦ κεῖται, ἀλλαχοῦ δὲ καὶ ἐπὶ ἔγχους. καὶ ξίφει δέ τις διελαθῆναι δύναται. (v. 401) Ὅτι ἀνθρωποπαθεῖς τοὺς θεοὺς Ὅμηρος ποιῶν δίδωσιν αὐτοῖς ἀνθρωπίνως καὶ ἰατρὸν ἰώμενον τάς, ὡς εἰκός, συμπιπτούσας πληγάς. ὃν καὶ ἀπὸ τοῦ παίω, τὸ θεραπεύω, ὀνοματοποιεῖ καὶ Παιήονα καλεῖ, ὡς καὶ ἐν τῇ )Α ῥαψῳδίᾳ εἴρηται. (v. 400 s.) Ὅς ποτε καὶ τὸν Ἅιδην, φησίν, ὀδυνήφατα φάρμακα πάσσων, ἠκέσατο βληθέντα ὑπὸ τοῦ Ἡρακλέος. Τοῦτο δὲ διὰ τὸ πιθανὸν τοῦ μύθου λέγει, ἵνα καὶ τὸν Ἄρην ἐνταῦθα ἰάσηται ὁ αὐτός. Τὴν γὰρ Ἀφροδίτην οὐδενὸς τοιούτου ἀξιοῖ ὁ ποιητής, ἀλλὰ τῇ τῆς Διώνης μόνῃ ἐπαφῇ θεραπεύει, διότι τε οὐκ ἀξιόλογον τὸ τραῦμα καὶ ὅτι οὐδὲ θέλει πολυλογεῖν καὶ εἰς οὐδὲν δέον ταὐτολογεῖν. Ὅτι δὲ παιήων λέγεται καὶ ὕμνος εἰς Ἀπόλλωνα,