Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.12
Not analysed yet
εἰδώς ποθεν, οἷα εἰκός, ὁ ῥηθεὶς Ἰδαῖος, ἀφεὶς τοὺς ἵππους ἀπόρουσεν, ἀντιδοὺς οἷον αὐτοὺς εἰς λύτρον τῷ Διομήδει. ὁ δὲ περὶ αὐτοὺς πονηθεὶς ἀπέσχετο τοῦ Ἰδαίου, ἵππους ἀγαθοὺς ἀγεννοῦς ἐχθροῦ ἀλλαξάμενος, ὃ τρόπον ἄλλον καὶ ὁ βασιλεὺς ἐπὶ τῆς Αἴθης φανεῖται πεποιηκὼς τῆς εὐγενοῦς καὶ δρομάδος ἵππου. Γελοῖος δὲ ὁ ἀφεὶς μὲν τὸ ἅρμα, δι' οὗ τάχιον ἂν ἔφυγε, φεύγων δὲ πεζός. εἰ μὴ ἄρα ἵππους εἰς σωτηρίαν ἑαυτοῦ, ὡς ἐρρέθη, ἀντέδωκεν, οὓς καὶ ἐξελάσας ὁ Διομήδης ἔδωκεν ἑταίροις κατάγειν κοίλας ἐπὶ νῆας. Ὅτι δὲ φίλιππος ὁ Διομήδης, δηλοῖ καὶ τὰ κατὰ τὸν Αἰνείαν, οὗ καὶ τοὺς ἵππους ἐξ ἀκριβοῦς πολυπραγμοσύνης γενεαλογεῖ. καὶ ἐν τοῖς κατὰ Δόλωνα δὲ δηλωθήσεται περὶ τοὺς ἵππους ἐνδιακειμένως ἔχειν αὐτόν. Ἴσως δὲ καὶ ταραχθεὶς τὰς φρένας ὁ Ἰδαῖος ὑπὸ φόβου παρεπλάγχθη τοῦ συμφέροντος, ὃ καὶ Πάρις ἔπαθεν, ὁπηνίκα ἑλκόμενος τῆς κόρυθος καὶ ἀγχόμενος οὐκ ἐνόησε χρήσασθαι ξίφει κατὰ τοῦ ἕλκοντος. Ἐνταῦθα δὲ καὶ ὡς ἄφιλον τὸν δειλὸν Ἰδαῖον Ὅμηρος ὑποσκώπτειν ἔοικεν, εἴπερ ἀπόρουσεν λιπὼν περικαλλέα δίφρον, σὺν αὐτοῖς δηλαδὴ ἵπποις, οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο. Ἔστι δὲ καὶ νῦν περιβῆναι τὸ ἐπάνω τοῦ νεκροῦ στάντα ὑπερμαχῆσαι, ὃ καὶ ἀμφιβῆναι λέγεται, ὡς προεγράφη. Κυριολεκτεῖται δὲ μάλιστα ἡ λέξις ἐπὶ κυνῶν καὶ λεόντων καὶ τοιούτων, ἃ τῶν σκύμνων ὑπερμάχονται ἀμφιβαίνοντα. (v. 22) Ὅτι τὸ «οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν» καὶ τὸ «οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός» καὶ ὅσα τοιαῦτα, περιττὴν ἔχουσι τὴν μίαν ἀπόφασιν κατὰ Ἀττικὴν συνήθειαν. ἔστι δὲ τῶν δύο ἀρνήσεων ἡ μὲν μία τοῦ ῥηματικοῦ πράγματος, ἡ ἑτέρα δὲ τοῦ προσώπου, ἵνα λέγῃ ὅτι οὐδὲ ὑπεξέφυγεν ἂν οὐδὲ αὐτός. καὶ ἐνδείκνυνται τὴν παντελῆ ἄρνησιν τοῦ πράγματος. (v. 23) Ὅτι τὸ θεὸς σάωσε νυκτὶ καλύψας, ἀντὶ τοῦ ἀορασίᾳ κρύψας, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου πῦρ ἔφη ἀνῆφθαι τῷ Διομήδει τὸ ὁρᾶσθαι καὶ φαίνεσθαι πᾶσιν, ὡς προγέγραπται. ταὐτὸν δέ ἐστιν εἰπεῖν νυκτὶ καλύψαι καὶ ἠέρι. ἄμφω γὰρ ἀορασίαν δηλοῖ. [Τοιαύτη δέ τις νὺξ δηλοῦται καὶ ἐν τῷ «ὀρώρει δ' οὐρανόθεν νύξ».] (v. 24) Ὅτι οἶκτον ἐπὶ γέροντι λυπουμένῳ φράζει τὸ «ὡς δὴ μὴ πάγχυ γέρων ἀκαχήμενος