Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.13
Not analysed yet
εἴη», ἤγουν ἵνα μὴ πάντῃ λυποῖτο. (v. 27 s.) Ὅτι καινόν τι σχῆμα τὸ «ἐπεὶ ἴδον υἱοὺς Δάρητος, τὸν μὲν ἀλευάμενον», ὅ ἐστι φυγόντα, «τὸν δὲ κτάμενον». τὸ γὰρ σύνηθες οὕτω· τῶν παίδων τοῦ Δάρητος τὸν μέν, τὸν δέ. Αἰτία δὲ αὕτη τοῦ τοιούτου σχήματος. εἰπὼν ἐξ ἀρχῆς ὁ ποιητὴς ὡς ἐν σχεδιασμῷ τοὺς υἱούς, καὶ μὴ δυνάμενος τῇ τοιαύτῃ πληθυντικῇ καταρχῇ τοῦ λόγου ἓν ῥῆμα συντάξαι διὰ τὴν τοῦ πάθους ἀμφοῖν τῶν παίδων ἀνομοιότητα—ὁ μὲν γὰρ πέφευγεν, ὁ δὲ τέθνηκε—διαιρεῖ ἐξ ἀνάγκης τὸ συνημμένον καὶ λύει τὴν πληθυντικὴν αἰτιατικὴν εἰς δύο ἑνικὰς αἰτιακάς. Σχηματίζει δὲ καὶ ἄλλα πολλὰ ὁμοίως ὁ ποιητής. Οὕτω δέ πως πρὸ τούτου ᾐτιολόγηται καὶ τὸ «ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς». Ὅμοια δὲ τῷ ῥηθέντι κατὰ τοὺς υἱοὺς τοῦ Δάρητος σχήματι καὶ ἕτερα μυρία οὐ μόνον παρ' Ὁμήρῳ ἀλλὰ καὶ ἑτέροις, ἐν οἷς καὶ Σοφοκλέους τὸ «τὼ κασιγνήτω», ἤγουν τοὺς κασιγνήτους, «τὸν μὲν προτίσας, τὸν δ' ἀτιμάσας ἔχει». Πάρισα δὲ ποιητικὰ καίρια τῷ ποιητῇ ἀγλαΐζοντι τὸν λόγον ἐπὶ τῇ τοῦ ἥρωος ἀριστείᾳ τὸ ἀλευάμενον καὶ τὸ κτάμενον, ὧν τοῦ μὲν ἀλέω τὸ θέμα, οὗ ἐκ παραγώγου μὲν τὸ ἀλεείνω γίνεται, ἐξ ἐπενθέσεως δὲ τοῦ υ τὸ ἀλεύω. τούτου ἀόριστος ἤλευα, ὅθεν τὸ ἠλευάμην καὶ ὁ ἀλευάμενος. Τοῦ δὲ κτάμενον προϋπάρχει ῥῆμα κτῶ, ἀφ' οὗ δύο παράγωγα· τὸ κτείνω ῥητὸν καὶ τὸ κτῆμι ἄρρητον, οὗ μετοχαὶ ὁ κτάς ὡς ἱστάς, καὶ ὁ κτάμενος ὡς ἱστάμενος. Καὶ μετ' ὀλίγα δὲ ὁμοίως παρισοῖ ὁ ποιητὴς ἐν τῷ «χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν». (v. 29—35) Ἀθηνᾶ, ἡ φρόνησις, χειρὸς ἑλοῦσα τὸν τοῖς Τρωσὶ βοηθοῦντα θοῦρον Ἄρηα, ἤτοι τὸ ἄλογον θράσος,