Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.123
Not analysed yet
ἐπὶ καρπῷ], «αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο, δαίμονι ἶσος», ὃ καὶ ἡ Ὁμηρικὴ πρὸ βραχέων Μοῦσα ἔφη, μονονουχὶ λέγων, ὡς ὁ καθ' ἡμῶν τῶν παίδων ἀναιδευσάμενος οὐκ ἂν οὐδὲ τοῦ πατρὸς φείδοιτο. Σημείωσαι δὲ καὶ ἐν τούτοις τὴν Ὁμηρικὴν ποικιλίαν καὶ τὴν τοῦ λόγου αὔξησιν. τὰς ἀρχὰς μὲν γὰρ κατὰ ἑνός τινος Τρωϊκοῦ ἀνδρὸς ὁ Διομήδης ἠρίστευσεν, εἶτα πυκινὰς κλονήσας φάλαγγας καὶ κατὰ ξυνωρίδας ῥίπτων τοὺς πολεμίους, μετ' αὐτοὺς καὶ δαίμονος θηλείας περιγίνεται, περὶ ἧς εἴρηται. μετὰ δὲ αὐτὴν καταθρασύνεται μὲν ἄρρενος τοῦ Ἀπόλλωνος, ἀνύει δὲ οὐδέν, μικρὸν δὲ ὅσον καὶ κατὰ τοῦ Ἄρεος ἀνδρισάμενος μέγα τι διαπράξεται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς Ὅμηρος οὐ ποιεῖ τὸν Διομήδην ἀριστεύοντα κατὰ τοῦ Ἀπόλλωνος, ἵνα μὴ πάνυ ἀπίθανα λέγῃ καὶ εἰς ἀλληγορίαν μὴ βάπτοντα. Διὰ τοῦτο θρασύνεται μέν πως κατ' αὐτοῦ, ὡς καὶ παρὰ τὸ εἱμαρμένον ἀριστεύων, καθὰ καὶ προείρηται, οὐ μὴν καὶ τρῶσαι αὐτὸν δύναται. Ἀφροδίτης μὲν γὰρ καὶ Ἄρεος δυνατὸν περιγενέσθαι τινὰ ἠθικῶς ὡς ἀλόγων παθῶν, Ἀπόλλωνος δὲ οὐκ ἄν τις ὁπωσοῦν περιγένοιτο, εἴτε ὡς ἥλιόν τις λαμβάνει αὐτόν, καθ' οὗ βάλλειν οὐκ ἔστι, εἴτε καὶ ὡς εἱμαρμένην τινά, ὥσπερ οὐδὲ Ἀφροδίτη οὐδὲ Ἄρης τρωθήσεται, ὅτε φυσικῶς ἀλληγορούμενοι ὡς ἀστέρες λαμβάνονται, εἰ μή τις ἀναλληγορήτοις θέλων ἐγχειρεῖν κατ' οὐρανοῦ τοξεύειν ὥσπερ βούλεται. (v. 457) Σημείωσαι δὲ τὸ «καὶ ἂν Διῒ μάχοιτο», ὅπερ οἱ μετὰ τὸν Ὅμηρον συναλείφοντές φασι κἂν τῷ δεῖνι μάχοιτο, ἤγουν καὶ τῷ δεῖνι ἂν μάχοιτο, καὶ κἂν ἐξέπραξεν ἀντὶ τοῦ καὶ ἐξέπραξεν ἄν. (v. 455—7) Ἐνταῦθα δὲ εἰπὼν τὸ «Ἆρες, Ἄρες» καὶ ἑξῆς, ἀπαραποίητον τὸ ὅλον ἔπος ἐπάγει κατ' ἐρώτησιν, ὡς καὶ ἐκεῖ τὸ «οὐκ ἂν δὴ τὸν ἄνδρα μάχης ἐρύσαιο μετελθών», ἤγουν οὐκ ἂν ἀπελάσῃς τῆς μάχης τὸν Διομήδην. Ὃ δὴ προσφυὲς καὶ ἐπ' ἄλλου ὁμοίου ῥηθῆναι, ὅτε τις ἐθέλει