Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.124
Not analysed yet
κωλύειν τὸν ἀριστεύοντα. (v. 461) [Ὅτι ἐν τῷ «Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών» διττὴ φέρεται γραφὴ τοῦ πρώτου ποδός. ἢ γὰρ κτητικῶς Τρῳάς ὀξυτόνως λέγει τὰς Τρωϊκάς, ἢ μᾶλλον προπερισπωμένως Τρῶας στίχας, ἀντιπτωτικῶς τὰς τῶν Τρώων. (v. 463) Ὅτι τὸ «υἱάσι Πριάμοιο», ἤγουν υἱοῖς, ὤφειλε μὲν ἀπὸ τοῦ υἱεύς υἱέος εἶναι ἢ υἱεῦσιν ἢ υἱέσιν, ἐξηκολούθησε δὲ ὅμως Ἰωνικῶς τῇ συγγενείᾳ τοῦ πατράσι, μητράσι, θυγατράσιν.] (v. 465 s.) Ὅτι ἐντρεπτικὸν ἀχρείων στρατηγῶν τὸ «ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαόν;» «ἢ εἰς ὅ κεν ἀμφὶ πύλαις μάχονται;» [Χρονικῶς δὲ κεῖται τὸ «ἐς τί» ἀντὶ τοῦ «μέχρι τίνος». οὕτω δὲ καὶ τὸ «εἰς ὅ κεν» ἀντὶ τοῦ «ἕως οὗ».] (v. 467) Ὅτι τὸν Αἰνείαν οἱ Τρῶες ἐπίσης ἐτίμων Ἕκτορι, καθά φησιν Ἄρης ἐν τῷ «κεῖται ἀνήρ, ὅν τ' ἶσον ἐτίομεν Ἕκτορι δίῳ». (v. 469) Ὅτι κεῖται καὶ ὧδε φλοῖσβος ἐπὶ πολέμου. Φησὶ γὰρ «ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον». Τοῦτο δὲ πᾶς ἂν εἴπῃ βοηθῶν φίλῳ κινδυνεύοντι. [Ἑταῖρον δ' ἐνταῦθα οὐκ ἐξ ἀνάγκης νοητέον συνήθως τὸν φίλον, ἀλλὰ καὶ τὸν συνεργὸν ἐν τῇ νῦν μάχῃ, καθ' ὃ σημαινόμενον καὶ ἄνεμος πλησίστιος ἐσθλὸς ἑταῖρος λέγεται. τοιαύτης δὲ ἐννοίας καὶ τὸ ἑταιρίσαι τινά, ὃ ἐπὶ Ἑρμοῦ φησιν Ὅμηρος.] (v. 471—92) Ὅτι πάνυ καταφορικὸς ἐνταῦθα ὁ πρὸς Ἕκτορα τοῦ Σαρπηδόνος δημηγορικὸς λόγος. διὸ καὶ ὁ ποιητὴς λέγει, ὅτι μάλα νείκεσεν Ἕκτορα δῖον. Νοήματα δὲ τοῦ λόγου τούτου τοιάδε. Ὀνειδίζει ὡς ῥᾴθυμον καὶ διὰ τοῦτο οἷον ἀμενηνόν, εἰπὼν «πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες», ἤγουν εἶχες; Καὶ ὅρα τὸ ἀστεῖον τοῦ οἴχεται. οἱονεὶ γὰρ πρώην ἐνοικοῦν σοι, νῦν ἀπεδήμησεν. Εἶτα αἰτιᾶται καὶ ὡς ἀλαζόνα τὸν Ἕκτορα καὶ κεναῖς ἐλπίσι τρεφόμενον, λέγων «φῆς που», ἤγουν ἴσως ἂν ἔλεγες πρὸ τοῦ πολέμου, «ἄτερ