Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.125
Not analysed yet
λαῶν καὶ ἐπικούρων, ἑξέμεν», ἤγουν συνέξειν, τὴν πόλιν, «οἶος», τουτέστι μόνος, «σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τιν' ἐγὼν ἰδέειν δύναμαι οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα, ἡμεῖς δὲ μαχόμεθα οἱ ἐπίκουροι». Λέγει δὲ λαοὺς μὲν τοὺς ἐγχωρίους, ἐπικούρους δὲ τοὺς ἐξ ἀλλοτρίας βοηθούς, ὧν ἦν καὶ αὐτὸς ὁ Σαρπηδών. Ἐνταῦθα δὲ τὸ πολύ τοῦ γένους τῶν Πριαμιδῶν παραδηλοῖ. πεντήκοντα γὰρ ἦσαν τέκνα τῷ Πριάμῳ, ὧν οἱ μὲν υἱοὶ αὐτόθεν στρατιῶται, ἀντὶ δὲ τῶν θυγατέρων συνετέλουν εἰς μάχην οἱ γαμβροί. (v. 476) Τὸ δὲ «κύνες ὣς ἀμφὶ λέοντα» παραβολὴ μέν ἐστι σύντομος, πρέπουσα τῷ καιρῷ. λέοντα δὲ ἴσως ἂν λέγοι τὸν Διομήδην. (v. 47884) Οὕτω δὲ τὸν Ἕκτορα αἰτιασάμενος ὁ Σαρπηδὼν αὐξάνει τὴν ἑαυτοῦ χάριν τὴν εἰς τοὺς Τρῶας ἐνθυμηματικῶς, καὶ λέγει, ὅτι τε μάλα τηλόθεν ἥκει τοῖς Τρωσὶν ἐπίκουρος—τηλοῦ γὰρ Λυκία Ξάνθῳ ἐπὶ δινήεντι—, καὶ ὅτι ἄλοχόν τε φίλην ἔλιπε καὶ νήπιον υἱὸν καὶ κτήματα πολλὰ καὶ αὐτὰ οὐ τὰ τυχόντα ἀλλὰ ἀναγκαῖα. Φησὶ γὰρ «τά τ' ἔλδεται, ὅς κ' ἐπιδευής», ἤγουν ὧν πολλὴν ἂν ὁ ἐπιδεὴς ἔχοι ἔφεσιν. καὶ ὅτι οὔ τι ἔχων ἐνθάδε τοῖον, οἷον ἂν ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν, ὅμως καὶ τοὺς ἄλλους Λυκίους ὀτρύνει καὶ αὐτὸς δὲ μέμονε μάχεσθαι. (v. 485 s.) «τύνη δέ, φησίν, ἕστηκας», ἤτοι ἀργεῖς, «ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις λαοῖσι μενέμεν», ἤγουν μένειν, «καὶ ἀμύνειν ὤρεσσιν», ὅ ἐστι ταῖς οἰκείαις γυναιξί. Καὶ σημείωσαι ὅτι γενναιότατόν ἐστι νόημα καὶ ἐπιστρεπτικώτατον τὸ λέγειν, ὡς ἐγὼ μὲν καὶ πατρίδα καὶ γυναῖκα καὶ τέκνα ἀφεὶς καὶ μηδὲν ἐνταῦθα ἔχων ἀλλ' ἢ ἐμαυτὸν καὶ τοὺς σὺν ἐμοὶ Λυκίους κινδυνεύω σὺν τοῖς ἐμοῖς ὑπὲρ Τρωϊκῶν γυναικῶν, οἱ δὲ νωθρεύονται. (v. 4902) Οἷς προστίθησιν ὁ Σαρπηδὼν καὶ ὅτι ἡ τοῦ δέοντος τάξις ἀντέστραπται,