Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.126
Not analysed yet
εἰπὼν «σοὶ δὲ χρὴ πάντα μέλειν νύκτας τε καὶ ἦμαρ, ἀρχοὺς λισσομένῳ ἐπικούρων νωλεμέως ἐχέμεν», ἤγουν πολεμεῖν καὶ ἀντέχειν. Νῦν δὲ δηλονότι τὸ ἀνάπαλιν γίνεται καὶ ἡμῖν μάλιστα μέλει τῶν Τρωϊκῶν καὶ παρακαλοῦμεν εἰς μάχην ὑμᾶς. Οὕτω σφοδρὸς ὁ τοῦ Σαρπηδόνος λόγος. διὸ καὶ ὁ Ἕκτωρ ἀκούσας τοιαῦτα δηχθήσεται τὰς φρένας, ὅπερ αὐτὸς εἰς τὸν ἀδελφὸν Πάριν ἐποίησε, καὶ ἀριστεύσει πολλά, φεύγοντας τοὺς Τρῶας ἐπιστρέψας καὶ συστήσας μέγαν πόλεμον. Πᾶς γὰρ παραινετικὸς λόγος, ὡς προερρέθη, δραστικός ἐστι παρὰ τῷ ποιητῇ. (v. 491) Ἐνταῦθα δὲ σημείωσαι τὸ «λισσομένῳ». οἱονεὶ γὰρ προαναφωνητικῶς ἐκτρέπει τὸν Ἕκτορα τοῦ ἀντιφιλονεικῆσαι τὸν Σαρπηδόνα. οὐ γὰρ ἀπὸ ἴσου δικαίου ὥρμηται. (v. 492) Διὸ καὶ ἐπάγει «κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν». Τραχύνεσθαι γὰρ οὐ δεῖ κατὰ τῶν ἐπικούρων, ἀλλὰ τοῦτο μὲν χρὴ κατὰ τῶν οἰκείων ποιεῖν, τοὺς δ' ἐπικούρους λίσσεσθαι. Στρατηγικὰ οὖν τὰ τοιαῦτα τοῦ Ὁμήρου παραγγέλματα. (v. 474) Ἰστέον δὲ ὅτι γαμβροὶ νῦν μὲν οἱ κοινῶς οὕτω καλούμενοι, ἡ δὲ τραγῳδία ἐν τῷ «κηδεύσας καλοῖς γαμβροῖς» τοὺς πενθεροὺς δηλοῖ, ὡς καὶ αὐτοὺς κατὰ γαμικὸν κτηθέντας συνάλλαγμα. καὶ ὁ παρὰ Σοφοκλεῖ δὲ Οἰδίπους γαμβρὸν ἑαυτοῦ τὸν τῆς Ἰοκάστης ἀδελφὸν Κρέοντα λέγει ὡς ἐξ ἐπιγαμβρείας συγγενῆ. ἀλλαχοῦ μέντοι κηδεστὴν κυριολεκτῶν αὐτὸν λέγει ἐν τῷ «ἄναξ, ἐμὸν κήδευμα». Τοῖς κασιγνήτοις δὲ εἰκὸς καὶ τοὺς ἄλλους καθ' αἷμα συνεπινοεῖσθαι, καθὰ καὶ τὸ τοῦ ὁμαίμου καὶ αὐθομαίμου ὄνομα ἐν μυρίαις χρήσεσι τὴν ὅλην δηλοῖ συγγένειαν. (v. 475) Τοῦ δὲ ἰδεῖν τὸ νοῆσαι διέστησεν ἐνταῦθα ὁ ποιητὴς οὐχ' ἁπλῶς, εἴγε νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει, ἀλλὰ διότι ἔστι νοῆσαί ποτε καὶ δίχα τοῦ ἰδεῖν, ὁποῖόν τι καὶ τὸ ἐξ ἀκοῆς μαθεῖν. (v. 479) Τὸ δὲ «τηλοῦ ἐν Λυκίᾳ», ὡς καὶ ἀλ-