Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.127
Not analysed yet
λαχοῦ προδεδήλωται, πρὸς διαστολὴν κεῖται τῆς μικρᾶς Λυκίας, ἧς, ὡς προείρηται, ἦρχεν ὁ Πάνδαρος. αὐτὴ γὰρ οὐ τηλοῦ, ἀλλὰ ἐγγὺς τῆς Τροίας ἐστί. Τὸ δὲ «Ξάνθῳ δινήεντι» πρὸς ἀντιδιαστολὴν λέγεται κατὰ τοὺς παλαιοὺς Λυκιακῆς πόλεως Ξάνθου. Ἐκείνη γὰρ Ξάνθος μέν, οὐ δινήεις δέ. ποταμοῦ γὰρ ἐπίθετον ὁ δινήεις. (v. 481) Τὸ δὲ ἔλδω, ἐξ οὗ τὸ ἔλδεται, φορτίζεταί ποτε καὶ ἕτερον ε, καὶ ποιεῖ τὸ ἐέλδωρ, καὶ ὅλως εἰπεῖν, καὶ ἔλδω δισυλλάβως λέγεται καὶ ἐέλδω ἐν τρισὶ συλλαβαῖς, ὡς μυριαχοῦ φαίνεται. (v. 484) Τὸ δὲ «φέροιεν ἢ ἄγοιεν», φανερὰν διαφορὰν δηλοῖ τοῦ ἄγειν καὶ φέρειν. Λέγεται δὲ ὡς ἐπὶ πολὺ ἄγεσθαι μὲν τὰ ἔμψυχα καὶ βαδιστικά, φέρεσθαι δὲ τὰ βασταζόμενα. ὅθεν καὶ τὸ φοράδην ἐπίρρημα, ὡς προγέγραπται, καὶ φέρτρον τὸ νεκροφόρον κλινίδιον, καὶ ἐκφορὰ ἡ ταφή, καὶ φορεῖον, καὶ ἀναφέρειν τὸ ἀνανήφειν, οὗ τὸ ἐναντίον καταφέρεσθαι. Οἶδε δὲ καὶ ὁ Κωμικὸς διαφορὰν τῶν δύο τούτων ῥημάτων ἐν τῷ «ἄγομαι, φέρομαι, τὰ χρήματα ἐνεχυράζομαι». λέγει δέ που καὶ Ἡρόδοτος «ἔφερον καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ», καὶ πάλιν «ἔφερε καὶ ἦγε πάντας διακρίνων οὐδένα». καὶ Ὅμηρος δὲ ἀλλαχοῦ «ἦγον μὲν μῆλα, φέρον δ'