Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.14
Not analysed yet
ἐξάγει τῆς μάχης, ὡς ἤδη τῆς ἀλογίστου θρασύτητος ἀποσβεννυμένης κατὰ βραχὺ τοῖς Τρωσί. συναποχωρεῖ δὲ καὶ αὐτὴ ἡ Ἀθηνᾶ, διότι οὐκέτι βουλευμάτων χρεία τοῖς ἔμφροσιν Ἕλλησιν οὐδὲ θεωρίας βουλευτικῆς, ἀλλὰ πράξεων ῥωμαλέων καὶ ἀνδρικῶν. Συντομώτερον δὲ ἄλλως εἰπεῖν, διότι οὔτε οἱ Ἕλληνες νῦν βουλεύονται οὔτε οἱ Τρῶες ἀλογίστως μάχονται, καὶ ὅτι οὐδὲ μέγα τι εὐθὺς γίνεται ὡς μετὰ ταῦτα, οὐδὲ θεῶν παρουσίας δεόμενον. ἔτι δὲ καὶ ἵνα σεμνύνῃ τοὺς Ἀχαιούς, ὡς ἐν τῇ κατὰ μόνας καὶ δίχα θεῶν μάχῃ ὑπερτεροῦντας τῶν Τρώων. Ἔτι ποιεῖ Ὅμηρος τοῦτο καί, ἵνα μὴ τὰ λεγόμενα ἐνταῦθα μῦθοι δόξωσι. διὸ ἐξάγει τοὺς μυθικοὺς θεοὺς καὶ ἐκ μέσου τίθησι. (v. 30) Τὸ δὲ «χειρὸς ἑλοῦσα» ἢ πέπλου καὶ τὰ τοιαῦτα Ἀττικά, ἀντὶ τοῦ· ἐκ τῆς χειρὸς ἢ τοῦ πέπλου. ἢ καὶ τὸ ἑλεῖν ἀντὶ τοῦ ἅψασθαι καὶ νῦν εἴληπται. (v. 31) Ὅτι ἀναδιπλασιάζων ἐνταῦθα Ὅμηρος τὴν τοῦ Ἄρεος κλητικὴν ἐν τῷ «Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα», ὅπερ ἀπαραλλάκτως που καὶ ἐν τοῖς ἑξῆς κεῖται, ἐκτείνει ἐν τῇ πρώτῃ κλήσει τὸ δίχρονον, συστέλλει δὲ ἐν τῇ δευτέρᾳ. Καὶ ὅρα ὅπως ὁμοῦ παρέθετο τὸ αὐτὸ ὄνομα ἐν ἐκτάσει τε διχρόνου καὶ ἐν συστολῇ, ὡς ἂν ἐνδείξηται σαφέστατα τὴν διφόρησιν τῶν δισήμων διχρόνων, ἥτις πολλαχοῦ φαίνεται. [Καὶ μὴν ἐνταῦθα δόξοι ἂν λόγος κανονικὸς ὑπεῖναι τῇ διφορήσει, ἵνα τὸ μὲν δεύτερον Ἄρες συστέλλῃ τὸ δίχρονον, ὡς τοῦ Ἄρης ἐκ βραχυνομένου τοῦ στερητικοῦ α καὶ ἐκ τοῦ ῥῶ, τὸ λέγω, συγκειμένου κατά τινας. Τὸ δὲ πρῶτον Ἆρες ἐκτείνει τὴν ἄρχουσαν ὡς ἐκ τῆς ἀρᾶς καὶ τοῦ ἀρᾶσθαι. Ὡς γὰρ τοῦ ἴσχω θέσει μακρὰν ἔχοντος τὴν παραλήγουσαν διὰ τὰ ἐπαγόμενα δύο σύμφωνα ὁ ἐκεῖθεν γενόμενος ἰχώρ ἐν ἀπελεύσει τοῦ σ, οὐ