Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.133
Not analysed yet
δὲ μελεδῶνες αἱ φροντίδες, ὡς τὰ μέλη ἔδουσαι, χείρων ἂν εἴη ὁ καταφορικὸς λόγος, οἷα τὸν θυμὸν δάκνων ἤτοι αὐτὴν τὴν ψυχήν. Τούτοις δὲ συστοιχεῖ καὶ τὸ θυμὸν κατέδειν, καὶ τὸ θυμοφθορεῖν δέ, ὃ κεῖται παρὰ Σοφοκλεῖ. (v. 495) Ὅτι ἀμφοτεροδέξιος, ταὐτὸν δ' εἰπεῖν ἀμφιδέξιος, ἔοικε καὶ ὁ Ἕκτωρ εἶναι. πάλλων γὰρ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ. (v. 496) Ὅτι τὸ «ἤγειρε δέ» Ἕκτωρ «φύλοπιν αἰνήν» ἀφορμὴ ἀλληγορίας ἐστί. καὶ νοητέον καὶ ἐνταῦθα ὅτι ὁ πρὸ μικροῦ ἐν τοῖς ἀριστεροῖς τοῦ ναυστάθμου καθήμενος Ἄρης, ἤτοι ἀργῶν πόλεμος, ὡς προεγράφη, νῦν, ὡς ἐλελίχθησαν οἱ Τρῶες καὶ ἀντίοι ἔσταν Ἀχαιῶν, ἀνίσταται οἷον ὑπὸ τοῦ Ἕκτορος καὶ ἐπεγείρεται τῷ Διομήδει. αὐτὸς οὖν καὶ τρωθήσεται ὑπὸ τοῦ Διομήδους ἐν τοῖς ἑξῆς καὶ οὐχὶ ὁ μυθικὸς Ἄρης. (v. 502) Ὅτι ἀχυρμιά ὀξυτόνως κατὰ περιεκτικὴν ἔννοιαν τόπος ἀλωῆς, ἐν ᾧ πίπτει τὸ ἄχυρον λικμώντων τῶν ἀνδρῶν, ὡς ἔχειν τὸ μῦ ἀπὸ πλεονασμοῦ. (v. 499—503) Τὸ δὲ ἄχυρον ἄχνην οὗτος καλεῖ διὰ τὴν εἰς λεπτὰ τομήν, λέγων «ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί, ὣς τότ' Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ. (v. 499) Γίνεται δὲ ἄχνη παρὰ τὸ α στερητικὸν καὶ τὸ ἔχω τὸ κρατῶ, ἡ ἀκράτητος, διὰ λεπτότητα, ὡς καὶ ἀλλαχοῦ προείρηται. Ὡς γὰρ ἀχῆνες οἱ πτωχοὶ παρὰ τὸ μὴ ἔχειν οἱονεὶ ἀεχῆνες, καὶ κατὰ κρᾶσιν ἀχῆνες, οὕτω καὶ ἀέχη, καὶ κράσει ἄχη, ἡ μὴ ἐχομένη, καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη,