Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.134
Not analysed yet
ὡς τεύχη τέχνη καὶ ἄλλα οὐκ ὀλίγα. [Ἐν οἷς καὶ ἡ μυσάχνη, σκῶμμα πόρνης, ἐκ τοῦ μυσάττω, οὗ παρακείμενος μεμύσαχα, ὅθεν ἡ μυσάχνη.] Ἐκ τούτων δὲ φαίνεται ὅτι οὐχ' ἁπλῶς ἄχυρον ἀλλὰ τὸ τοῦ ἀχύρου λεπτότατον νῦν ἡ ἄχνη δηλοῖ. κατ' ἄλλον δὲ λόγον ταὐτίζονται ἀμφότερα. καὶ ἡ ἄχνη γὰρ παρὰ τὸ μὴ ἔχεσθαι εἴρηται καὶ τὸ ἄχυρον δὲ ἀέχυρόν τί ἐστι. Δῆλον δὲ ὅτι καὶ ἐπὶ ὕδατος ἡ ἄχνη λέγεται. κύματος γὰρ ἄχνην φαμὲν ἀκολούθως τῷ ἁλὸς ἄχνη. (v. 499) Ἱερὰς δὲ τὰς ἀλωὰς ὀνομάζει οὐ μόνον διὰ τὸ ἀνειμένας εἶναι τῇ Δήμητρι, οἷά τινα τεμένη, ἀλλὰ μάλιστα διὰ τὸ ἐπ' ὠφελείᾳ εἶναι ἀνθρώπων. Οὕτω γὰρ καὶ πόλεις ἱεράς φησιν ὡς ἀνθρώπων οὔσας φυλακτικὰς καὶ διὰ τοῦτο θείας τινάς, καὶ Δημήτερος ἱερὸν ἀκτήν. Ἀλωή δὲ οὐ μόνον ἡ φυτοφόρος γῆ, ἀλλ' ἰδοὺ καὶ ὁ τόπος, ἐν ᾧ πατεῖται ὁ πυρός. Ψιλοῦται δὲ τῆς λέξεως ἡ ἄρχουσα, ὡς δῆλον ἐκ τοῦ εἰπεῖν «κατ' ἀλωάς». Καὶ γράφουσιν οἱ παλαιοὶ τὴν τούτου παραλήγουσαν σὺν τῷ ἰῶτα διὰ τὸ γίνεσθαι, φασίν, ἀπὸ τοῦ ἀλοίω, τὸ συντρίβω, ἢ ἐκ τοῦ ἀλοιῶ, ἐκτάσει τοῦ ο εἰς ω. (v. 500) Λικμᾶν δὲ ἴσως παρὰ τὸ λίαν καὶ τὸ καμεῖν, ἐξ ὧν συγκεκόφθαι δοκεῖ. καματηρὸν γὰρ καὶ τὸ λικμᾶν. Εἰ δὲ ἴκμενος οὖρος, ἤγουν ἄνεμος, παρὰ τὴν ἰκμάδα γίνεται, εἴη ἂν καὶ τὸ λικμᾶν παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὴν οὐρίαν ἰκμάδα, ἧς πολλῆς ὁ λικμῶν δέεται, ὡς ἀνέμοις ἀνύων τοῦ τοιούτου ἔργου τὸ πᾶν. Ξανθὴν δὲ λέγει τὴν