Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.135
Not analysed yet
Δήμητραν ἀλληγορικῶς, διὰ τὸ τὸν στάχυν τοιούτου χρώματος γεγονότα, εἶτα ἐπιτήδειον εἶναι θερίζεσθαι. τὸ δ' αὐτὸ χρῶμα καὶ πολλοῖς τῶν σπορίμων ἐπιγίνεται, ὅτε πεπανθῶσι. ξανθίζονται γὰρ καὶ αὐτὰ ἐκ πρασοειδοῦς τοῦ πρότερον χρώματος. Ὅρα δὲ ὅπως γεωργικῶς λαλεῖ ἐν τῇ παραβολῇ, καιρόν τε θέρους ὑπογράφων καὶ τέχνην λικμήσεως. ἀεὶ γάρ, ὡς πολλάκις ἔφαμεν, πολυμάθειαν καὶ εὐχρηστίαν ἱκανὴν αἱ Ὁμηρικαὶ ἔχουσι παραβολαί. Ὅρα δὲ καὶ ὅτι εἰς δύο ταῦτα διαιρεῖ τὸ τῶν λικμώντων τέλος, εἰς καρπὸν καὶ εἰς ἄχνας, ὅπερ ἐστὶν ἄχυρα, ὡς προείρηται. (v. 501) Τὸ δὲ κρίνει ἀντὶ τοῦ διαχωρίζει κατὰ τὸ «κρῖν' ἄνδρας κατὰ φῦλα». Τὸ δὲ «ἐπειγομένων ἀνέμων» γλυκέως ἐρρέθη ὡς ἐπὶ ἐμψύχων, καὶ δηλοῖ σφοδρότητα πνοῆς συγκατεργαζομένης ταχὺ τοῖς λικμῶσι τὸ ἔργον. Ὁ δὲ καρπός ἀπὸ τοῦ κάρφω κάρψω, τὸ ξηραίνω, ἐξ οὗ τὸ «κάρψε δέ οἱ χρόα». Ἐξήρανται γὰρ ἐπιλιπόντος τοῦ ἀναβαίνοντος ὑγροῦ ἐν τῇ χλωρότητι. (v. 502) Τὸ δὲ ὑπολευκαίνονται ἀσφαλῶς εἴρηται εἰς ἔμφασιν τοῦ «ξανθὴ Δημήτηρ». ὑπόλευκον γάρ πως καὶ τὸ ξανθόν, ὅθεν καὶ κρῖ λέγεται λευκόν, καίτοι οὐ πάνυ λευκὸν ὄν. (v. 502 s.) Σημείωσαι δὲ ὅπως ἠρέμα μεταληπτικῶς ὑπέκλεψε τὰς λέξεις. Μεταλαβὼν γὰρ τὸ ξανθόν εἰς ὑπόλευκον, εἶτα τὸ ὑπόλευκον εἰς λευκόν, οὕτως ἀποδίδωσι τὴν παραβολήν, εἰπὼν «ὣς τότ' Ἀχαιοὶ λευκοὶ ὕπερθεν ἐγένοντο κονισάλῳ». Ξανθοὺς γὰρ κονισάλῳ αὐτοὺς ὤκνησεν εἰπεῖν. (v. 502—4) Σημείωσαι δὲ καὶ ὅτι σχῆμα ἐνταῦθά ἐστι συντομίας, ὃ δὴ λέγεται συλλογισμός. Εἰ γὰρ κονισάλῳ λευκοὶ ἐγένοντο οἱ Ἀχαιοί, ὃν διὰ μέσων αὐτῶν ἐκ γῆς οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων, λευκὴν ἄρα συλλογιστέον εἶναι καὶ ἀργιλώδη τὴν ὑποκειμένην γῆν, οὐ μὴν μέλαιναν. οὐ γὰρ ἂν λευκοὶ ἦσαν μελαίνῃ γῇ καταπαττόμενοι. Τοιούτου δὲ ἐρρέθη συλλογισμοῦ καὶ ἐν Ὀδυσσείᾳ τὸ «ὅτε εἰς ἵππον κατεβαίνομεν», καὶ τὸ «ἱππόθεν ἐκχύμενοι». Καλεῖται δὲ αὐτὸς καὶ ἔμφασις καὶ ἔστιν ἀρετὴ λόγου.