Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.136
Not analysed yet
Ὁρισμὸς δὲ αὐτῆς οὗτος· ἔμφασίς ἐστι λέξις δι' ὑπονοίας αὔξουσα τὸ ζητούμενον, ὥστε τὸ τοιοῦτον περὶ μίαν μόνην λέξιν θεωρεῖται. Ἔτι σημείωσαι καὶ ὅτι νῦν μὲν ὁ τοιοῦτος κονίσαλος, περὶ οὗ προδεδήλωται, λευκαίνει τοὺς Ἀχαιούς, μετ' ὀλίγα δὲ νύκτα μέλαιναν ποιήσει. τὸ μὲν γὰρ ἐπιπίπτον τοῖς Ἕλλησι λευκαίνει αὐτούς, τὸ δὲ εἰς οὐρανὸν ἐγειρόμενον ἀμαυροῖ τὸν ἥλιον, ὁποῖά τι νέφος, καὶ σκότον ποιεῖ. (v. 506 s.) Ἐρεῖ γοῦν «ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ», νύκτα λέγων τὴν διὰ τὸ πολὺ καὶ πυκνὸν τοῦ κονισάλου ζόφωσιν τοῦ ἀέρος, ὁποῖά τις καὶ ἀλλαχοῦ γενήσεται, ὅτε ὁ Αἴας ἐρεῖ «Ζεῦ, ποίησον αἴθρην, ἐν δὲ φάει καὶ ὄλεσσον». Καὶ ὅρα ὅπως ὁ ποιητὴς ἐκ τοῦ αὐτοῦ πράγματος ἐναντίας εἰκόνας ἔλαβε, τοὺς μὲν Ἀχαιοὺς λευκάνας, εἰς δὲ τὸν ἀέρα νύκτα ποιήσας τῷ κονισάλῳ. (v. 504) Πολύχαλκος δὲ οὐρανός, ὡς καὶ ἀλλαχοῦ, ὁ στερρός. διὸ καὶ σιδήρειός που λέγεται, εἰ καὶ ἄλλως ὡς λαμπρὸς χρυσέῳ δαπέδῳ λάμπεται. Ἢ ὁ πολὺν ἔχων χαλκὸν μυθικῶς διὰ τὰ ἐν αὐτῷ ἡφαιστότευκτα χαλκοβατῆ δώματα. Τὸ δὲ ἐπέπληγον ἀπὸ ἐνεστῶτος γίνεται τοῦ πεπλήγω, αὐτὸς δὲ ἀπὸ παρακειμένου τοῦ πέπληγα εἰς ἐνεστῶτος ἀρχὴν ἀνέβη. Συρακουσίων δὲ γλώσσης ἡ λέξις ἐστί, καθὰ καὶ παρ' Ἡσιόδῳ τὸ ἐπέφυκον καὶ ὅσα τοιαῦτα, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. (v. 505) Ὅτι ἐπὶ στρατιᾶς καὶ ἐνταῦθα ἔφη τὸ μίσγεσθαι, οἷον «ἂψ ἐπιμισγομένων», ὡς καὶ ἐν τῇ Δ «ὣς τῶν μισγομένων». Ὅτι ὥσπερ Αἰθίοψ καὶ Αἰθιοπεύς κατὰ διφόρησιν, καὶ ἡγεμών ἡγεμονεύς, καὶ πομπός πομπεύς, οὕτω καὶ ἡνίοχος καὶ ἡνιοχεύς, οἷον «ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες». καὶ πολλὴ τούτου χρῆσις παρὰ τῷ ποιητῇ. Σημείωσαι δὲ ὅτι κατὰ Αἴλιον Διονύσιον Ἀθήνῃσι καὶ τάγμα ἦν ἀξιόλογον οἱ ἡνίοχοι. Κατελέγοντο γάρ, φησίν, οἱ εὐπορώτατοι