Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.137
Not analysed yet
ἁρματοτροφήσοντες. [Δύναται δὲ ὁ ἡνιοχεύς καὶ ἐκ τοῦ ἡνιοχεύω ἡνιοχεύσω εἶναι, ὅθεν καὶ ἡ ἡνιοχεία. Οὕτω δὲ καὶ ἐκ τοῦ ἡγεμονεύω ἡγεμονεύσω ὁ ἡγεμονεύς, καὶ ὁ πομπεύς δὲ ἐκ τοῦ πομπεύω πομπεύσω, ἀφ' οὗ δὴ ῥήματος καὶ τὰ παρ' Ἀττικοῖς πομπεῖα, σκεύη ἐκεῖνα χρήσιμα ἐν δημοσίαις πομπαῖς.] (v. 506) Ὅτι τὸ «μένος χειρῶν ἰθὺς ἔφερον» ἀντὶ τοῦ ἐμάχοντο ἀντικρύ, ὡς καὶ ἀλλαχοῦ ἐρεῖ ὁ ποιητής. Καὶ ὅρα τὸ ἔφερον ἢ ἀντὶ τοῦ ἐπῆγον ῥηθὲν καταχρηστικῶς ἢ ἀντὶ τοῦ ἐκίνουν. ἐκ δὲ τοῦ τοιούτου φέρω καὶ φορά, ἡ κίνησις. (v. 510—2) Ὅτι ἐπεὶ Ἄρης εἶδε τὴν Ἀθηνᾶν οἰχομένην, ἣ πέλεν Δαναοῖσιν ἀρηγών, νύκτα ἐκάλυψε μάχῃ καὶ ἴσχυσε Τρωσὶ θυμὸν ἐγεῖραι, ἀρήγων αὐτοῖς κατὰ τὴν τοῦ Ἀπόλλωνος ἐφετμὴν ἤτοι κατὰ τὸ εἱμαρμένον. Καὶ σημείωσαι ὅτι Ἀθηνᾶς ἀπέλευσις, ἤγουν φρονήσεως, Ἄρεος ἐνδημία γίνεται, ἤγουν ἀφροσύνης καὶ ἀλογίας, ὡς καὶ φωτὸς ἀπέλευσις παρρησία σκότους ἐστί. (v. 510) Τὸ δὲ θυμὸν ἀγεῖραι τοῖς Τρωσὶν οὐ μόνον τὸ εἰς θυμὸν κινῆσαί ἐστι [καὶ πολεμικὸν χόλον συναγαγεῖν, οὗ σκεδασθέντος δεῖμα ὑπεισῆλθε τὰς ἑκάστων ψυχάς], ἀλλὰ καὶ τὸ εἰς εὐψυχίαν ὑποκινῆσαι. Ἀλλαχοῦ γοῦν ἐπί τινος