Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.138
Not analysed yet
συνθέτως ἐρεῖ θυμηγερέων, ἤτοι ἐκ λειποψυχίας συνάγων θυμόν. Ἰστέον δὲ ὅτι τὰ πλείω τῶν ἀντιγράφων οὐκ «ἀγεῖραι» γράφουσιν, ἀλλὰ Τρωσὶ θυμὸν «ἐγεῖραι», ὡς οἷον ἀναπίπτοντα ἢ εὕδοντα. μετ' ὀλίγα δὲ καὶ πόνον ἐγείρει Ἀπόλλων καὶ Ἄρης καὶ Ἔρις. (v. 506) Νύκτα δὲ τὸν πρὸ ὀλίγων δηλωθέντα σκότον ἀέριον λέγει. [Εἴη δὲ ἂν ἡ τοιαύτη νὺξ οἰκεία τῷ δεινῷ Ἄρει, καὶ οὗ τὰ ὑπώπια νυκτὶ ἐοικέναι καλῶς ἂν λέγοιτο. Καί πως ὅπλον καὶ αὐτὴ Ἄρεος, ὡς καὶ Διὸς ἀστραπὴ καὶ Ἀθηνᾶς αἰγὶς καὶ Ποσειδῶνος τρίαινα. καὶ ἄλλως δὲ σύμβολον ἡ τοιαύτη νὺξ θανάτου καὶ τοῦ κατ' αὐτὸν σκότου, ὧν ὁ Ἄρης αἴτιος.] (v. 507) Τὸ δὲ ἐκάλυψεν ἀντὶ τοῦ δίκην καλύμματός τινος κατεπέτασε. Τὸ δὲ ἀρήγων ἡ μετοχὴ παρηχοῦν πρὸς τὸ ἀρηγών ὀξύτονον ὄνομα, ὃ δηλοῖ μὲν τὴν βοηθόν, παράγει δὲ τὴν ἀρωγὴν καὶ τὸν ἀρωγόν, οὐχ' ὁμοῦ κεῖται μετὰ τοῦ ἀρηγών, ἀλλὰ μεσολαβοῦσι στίχοι τρεῖς, ἵνα μὴ τεχνασθείη λόγου κάλλος ἄκαιρον. (v. 508 s.) Ἐφετμὴν δὲ καὶ κέλευσιν εἰπεῖν ταὐτόν ἐστι. Διὸ εἰπὼν «τοῦ δ' ἐκραίαινεν ἐφετμάς», ἐπάγει «ὅς μιν ἀνώγει». [Ἐν τούτοις δὲ καὶ χρυσάορον τὸν Ἀπόλλωνα λέγει πρός τινα ὁμοιότητα τοῦ ἀργυρότοξος. Ἡ δὲ ἀλληγορία εἰς ταὐτὸν ἄγει τοῦτον τῷ ἐν τῇ καθ' Ἡσίοδον Θεογονίᾳ μυθευομένῳ Χρυσαόρῳ.] (v. 512 s.) Ὅτι ἐν τῷ «Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε καὶ ἐν στήθεσσι μένος βάλε» τὴν Τρωϊκὴν δαψιλῆ θυτικὴν δηλοῖ, ἣν καὶ ὁ τοῦ μύθου Ζεὺς φθάσας ἐπῄνεσε. Πῖον δὲ ἄδυτον ἄλλον τρόπον ἤπερ τὸ πῖον ζῷον. τοῦτο μὲν γὰρ πιαίνειν ἔχει βωμὸν καὶ ἄδυτα, ἐκεῖνα δὲ πιαίνεται.