Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.139
Not analysed yet
(v. 514—6) Ὅτι ἐπὶ φίλῳ ἀνακομισθέντι ἔκ τινος κακοῦ εἴποις ἂν τό· ὁ δεῖνα «ἑτάροισι μεθίστατο, οἳ δ' ἐχάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα». Ἔστι δὲ τὸ μεθίστατο μὲν ἀντὶ τοῦ συνίστατο, ὡς καὶ τὸ ὑπερφιάλοισι μετελθών ἀντὶ τοῦ συνελθών. (v. 515) Τὸ δὲ ἀρτεμέα ἀντὶ τοῦ ὑγιῆ, οἱονεὶ ἀτεμέα τινὰ καὶ σῷον, ἢ ἄρτιον. ὅθεν καὶ Ἄρτεμις, φασίν, ἡ περιποιουμένη ὑγείαν, ὡς καὶ Ἀπόλλων οὔλιος ὁ ποιῶν οὔλειν ἤτοι ὑγιαίνειν κατὰ τὸ «οὖλέ τε καὶ μέγα χαῖρε». Ἄρταμος μέντοι ἐν δυσὶν ἄλφα ὁ εἰς ἄρτια τέμνων καὶ δαιτρεύων, ὅς ἐστι κρεουργός, μάγειρος, φονεύς, οὗ ἡ χρῆσις καὶ παρὰ Λυκόφρονι. (v. 514—8) Ὅτι τὸν Αἰνείαν κακῶς παθόντα ὑπὸ τῆς ἐκ Διομήδους πληγῆς καὶ παραδόξως φανέντα οὐ μόνον ζῶντα ἀλλὰ καὶ ὑγιῆ, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ μένος ἔχοντα καὶ τοῦτο ἐσθλόν, ἰδόντες οἱ ἑταῖροι ἐχάρησαν μέν, ὡς ἀνωτέρω ἔκκειται, οὐ μὴν ἐπολυπραγμόνησαν μεταλλήσαντες τὰ κατ' αὐτόν. «οὐ γὰρ ἔα», φησί, «πόνος ἄλλος, ὃν ἀργυρότοξος ἤγειρε» καὶ Ἄρης καὶ Ἔρις. Ἔνθα σημείωσαι ὅτι ἀληθῶς διὰ τὸ ἀθεράπευτον πάντῃ καὶ ὡς εἰπεῖν ἀπαραμύθητον καὶ ἀναλληγόρητον εἶναι τὸν μῦθον, ὡς καὶ προείρηται, οὐκ ἐθέλει διασκευάζειν τὰ κατ' αὐτὸν ὁ ποιητής, ἀλλὰ τρόπον τινὰ λέγει καὶ τῷ ἀκροατῇ ὅτι μηδὲ σὺ τὰ τοιαῦτα μετάλλα. (v. 517) Τὸ δὲ «οὐ γὰρ ἔα πόνος ἄλλος» ἀσχολουμένῳ περί τι ἀνθρώπῳ ἁρμόζει. (v. 516) Περὶ δὲ τοῦ μεταλλᾶν ἑτέρωθι δηλοῦται. οὗ παράγωγον παρὰ τοῖς ὕστερον τὸ μεταλλεύειν, ἵνα ᾖ ὡς συλῶ συλεύω, οὕτω μεταλλῶ μεταλλεύω. (v. 519—26) Ὅτι οἱ δύο Αἴαντες καὶ Ὀδυσσεὺς δὲ καὶ Διομήδης οὐ μόνον ὤτρυνον τοὺς Δαναοὺς πολεμίζειν,