Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.140
Not analysed yet
ἀλλὰ καὶ αὐτοὶ ἔμενον ἀσφαλῶς ἐν τῷ πολέμῳ πυκνωθέντες, καὶ διὰ τοῦτο, φησί, «νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσιν ἀτρέμας, ὄφρα», ἤγουν ἕως, «εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἳ νέφεα σκιόεντα πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες». Καὶ σημείωσαι ὅτι νῦν μὲν νεφέλαις ἠρεμούσαις εἰκάζει τοὺς ἥρωας τούτους. ἀρκεῖ γὰρ καὶ τὸ μόνον δυνηθῆναι ἀντιστῆναι. πρό δέ γε τούτου νέφει κινουμένῳ τὰς τῶν Αἰάντων εἴκασε τάξεις, ὡς προγέγραπται. ἐποίησε δὲ ἐκεῖνο μὲν διὰ τὴν ὁρμήν, τοῦτο δὲ διὰ τὴν μονήν. (v. 523) Ὅρα δὲ τὸ νηνεμίας, σχῆμα ὂν Ἀττικὸν ἐλλειπτικόν. Τὸ γὰρ τέλειόν ἐστι νηνεμίας οὔσης, ἢ ἐν καιρῷ νηνεμίας ἢ ἐπὶ νηνεμίας, ὁποῖά εἰσι καὶ τὸ θέρους καὶ χειμῶνος καὶ νυκτός καὶ ἡμέρας. καὶ αὐτὰ γὰρ ὁμοίως ἐλλειπτικῶς προάγεται. Σημείωσαι δὲ καὶ ὅτι οὐ μόνον κατὰ τὴν παροιμίαν ἀνέμοις θάλασσα δουλεύει καὶ πῦρ, ἀλλὰ καὶ αὐτὰ τὰ νέφη. Νηνεμίας μὲν γὰρ οὔσης ἵστανται, ἀνέμων δὲ πνοαῖς διασκίδνανται λυομένης τῆς πυκνώσεως, ὡς καὶ οἱ ἥρωες οὗτοι οὐ μέχρι τέλους ἑστήξονται ἐν πυκνότητι, ἀλλὰ μετὰ μικρὸν κινηθέντες συρρήξουσι πόλεμον. (v. 523) Τὸ δὲ «ἔστησε» τὸν ἐν τοῖς νέφεσι δηλοῖ στηριγμὸν ἐξ ἀκινησίας. ἔστι δὲ ἄλλως καίριον ἐπ' αὐτῶν καὶ τὸ ἐκρέμασε. Ζεὺς δὲ αὐτὰς ἔστησεν, ἤγουν ἀὴρ νήνεμος. Ἀκροπόλοις δὲ ὄρεσιν, ὡς ἄν τις εἴποι, οὐρανίοις, ὧν τὸ ἄκρον ἐφικνεῖσθαι δοκεῖ τῶν ἀνωτάτω πόλων. Ὅτι δὲ καὶ παρὰ τὸ πολεῖν γίνεται, ὅ ἐστιν ἀναστρέφεσθαι, ἡ λέξις ὁ πόλος, καὶ τί τὸ ἐκεῖθεν δηλούμενον, ἀλλαχοῦ φανεῖται. [Καὶ ἄλλως δὲ τὸ ἀκροπόλοις ὅμοιόν ἐστι τῷ ἀνωφόροις, ἐν οἷς δηλαδὴ ὁ πολῶν, ὅ ἐστιν ἀναστρεφόμενος, εἰς ἄκρον φέρεται. Δοκεῖ δὲ παροξυτονεῖσθαι καὶ ἡ