Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.15
Not analysed yet
θέσει ἀλλὰ φύσει, μακρὰν ἔχει τὴν παραλήγουσαν, οὕτως ἐκ τοῦ ἀρνός, ἐν ᾧ θέσει μακρὰ ἡ ἄρχουσα, γενόμενα τὸ ἀρᾶσθαι καὶ ἡ ἀρά τὸν μὲν ἄρνα θέσει μακρὸν ἀφιᾶσιν ἔχειν τὸ παραλῆγον α, ἐκεῖνα δὲ φύσει ἐκτείνουσι τὸ ἐν αὐτοῖς ἀρκτικὸν α, ὡς δῆλον καὶ ἐκ τοῦ «ἀλλ' ἕνεκ' ἀρητῆρος» καὶ ἐκ τοῦ «θεοὶ δ' ἐτέλειον ἐπαράς». Οὐκοῦν καὶ Ἄρης ὁ ἐκ τοῦ ἀρᾶσθαι ἢ τῆς ἀρᾶς γενόμενος φύσει μακρὸν ἔχει τὸ κατάρχον δίχρονον; καὶ ταῦτα μὲν οὕτως ἔχοιτο ἂν λόγου.] Τινὲς δέ φασι γενέσθαι τοῦτο οὐ μόνον κατὰ ἀδιαφορίαν διχρόνου, ἀλλὰ καὶ ὅτι φυσικώτερον ὁ ποιητὴς ἐνταῦθα, ὡς οἷόν τε ἦν, φυσικὴν ἐξαλλαγὴν Ἄρεος, ἤτοι πολέμου, μιμεῖται, ὃς ἐξ ἐπιτάσεως πολλῆς καὶ μεγίστης συντονίας ὕστερον ἄνεσιν δέχεται καὶ οἷόν τινα συστολήν, ὡς κεκμηκότων τῶν μαχομένων, ἀπ' ἐναντίας τῇ καθ' Ὅμηρον ἀλλαχοῦ Ἔριδι. ἐκείνη γὰρ πολέμου προάρχουσα ἐκ μικροῦ εἰς μέγα ἄνεισιν. Ἰστέον δέ, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, ὅτι τοῦ «Ἆρες Ἄρες», τὸ σχῆμα παλιλλογία ἐστί, καὶ ὅτι ὁ γραμματικὸς Ἰξίων τὸ δεύτερον Ἄρες ὀξύνει, γράφων ἀρές, ὅ ἐστι βλαπτικέ. Οὐδέποτε γάρ, φησί, κυρίου ὀνόματος κλητικὴ παραλλήλως κεῖται παρὰ τῷ ποιητῇ. πρόδηλον δέ, φησί, καὶ ἐκ τοῦ βροτολοιγέ καὶ τοῦ μιαιφόνε, ὅτι καὶ τὸ Ἄρες ἐπιθετικόν ἐστιν. ὁ δὲ Πτολεμαῖος καὶ ἡ παράδοσις διὰ μείζω ἔμφασιν κύριον καὶ τὸ δεύτερον Ἄρες παραλαμβάνει. Σημειωτέον δὲ ὅτι κοινὴ μὲν καὶ καθωμιλημένη κλίσις τοῦ Ἄρεος κατὰ τὸν Δημοσθένην ἐστὶ καὶ κατὰ τὰ ὅμοια ἐκείνῳ· κλίνεται δὲ καὶ ἄλλως κατὰ τοὺς παλαιούς. Ἡρῳδιανὸς οὖν φησιν, ὅτι πλείοσι κλίσεσιν ὁ Ἄρης κέχρηται. καὶ γὰρ καὶ ὡς ἰαμβικὸν μὴ ἔχον ἐπ' εὐθείας τὸ τ περιττοσύλλαβον ἔχει τὴν γενικήν· Ἄρης Ἄρητος, ὅθεν Ἀρητιάδης παρ' Ἡσιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριστικόν. Κλίνεται δὲ καὶ ὡς σπονδειακόν· Ἄρης Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον