Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.141
Not analysed yet
εὐθεῖα τοῦ ἀκροπόλοις, καθὰ καὶ τὰ κατ' αὐτό. Τὰ γὰρ παρὰ τὸ πολῶ, εἰ μὲν προθέσει σύγκεινται προηγουμένῃ, προπαροξύνονται, οἷον ἀμφίπολος, πρόπολος, πρόσπολος, εἰ δὲ ὀνόματι, παροξύνονται, ὡς δῆλον ἐκ τοῦ ὀνειροπόλος, μαντιπόλος, οἰωνοπόλος, θυηπόλος, ὁ καὶ ἱερεύς καὶ θυοσκόος δὲ ἐν Ὀδυσσείᾳ. Οὕτω γοῦν ἀναλόγως καὶ ἀκροπόλος. Ὁμοίως δὲ καὶ μυστοπόλος καὶ αἰπόλος καὶ θαλαμηπόλος καὶ δικασπόλος ὁ καὶ θεμιστοπόλος.] (v. 524) Τὸ δὲ ἀτρέμας, ὥσπερ ἦν ἐπίρρημα ἐν τῷ «δαιμόνιε ἀτρέμας ἧσο», οὕτω καὶ ἐνταῦθα. Οἱ δὲ μεθ' Ὅμηρον καὶ δίχα τοῦ σ λέγουσιν αὐτὸ οἷον «οὔκουν ἀτρέμ' ἕξεις» παρὰ τῷ Κωμικῷ. καὶ τὸ εὐθύς δὲ καὶ ἰθύς τὰ ἐπιρρήματα ὁμοίως ἀπάγουσι τὸ σ ἐν τῷ εὐθύ καὶ ἰθύ. ὅθεν καὶ τὸ κατ' εὐθύ καὶ κατ' ἰθύ. Τὸ δὲ εὕδουσιν ὡς ἐπὶ ἐμψύχων εἴρηται, διότι καὶ θεῖόν τι γένος ὁ μῦθος οἶδε τοὺς ἀνέμους. Ἔχει δέ τι καὶ ἀφελείας καὶ γλυκύτητος τὸ εἰπεῖν ἑστάναι τὰ νέφη, ἕως οἱ ἄνεμοι εὕδουσιν, ὡς εἰ καὶ δοῦλοι ἐφεστᾶσι κοιμωμένοις δεσπόταις, κινησόμενοι μετὰ τὴν ἐκείνων ἔγερσιν. Τοῦ δὲ Βορέου ἐνταῦθα ἔοικε μόνου μνησθῆναι κατά τινα ἐξοχὴν διὰ τὸ τοῦ ἀνέμου φερέσβιον καὶ ζωοφόρον, ὅπερ παραδηλοῖ ὁ Ζέφυρος, ὃς καὶ βορέας παρὰ τὴν βοράν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἐτυμολογεῖ-