Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.147
Not analysed yet
καὶ τὴν Κρηθηΐδα, οἷς βοηθεῖ ὁ Κρᾶθις εἰς τὴν γραφήν.] (v. 553) Ὅτι τὸ «τοὺς δὲ τέλος θανάτοιο κάλυψε» περίφρασίς ἐστι τοῦ ἔθανον. ὅθεν λαβὼν Σοφοκλῆς ἔφη «τὸν τελευταῖον βίον κρύψων», ἤγουν τεθνηξόμενος. (v. 55460) Ὅτι τοὺς τοῦ ῥηθέντος Διοκλέους παῖδας, πεσόντας ὑπὸ τοῦ Αἰνείου, σεμνύνων ἐν παραβολῇ Ὅμηρός φησιν «οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρί, βαθείης τάρφεσιν ὕλης. τὼ μὲν ἂρ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτοὶ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ. τοίω τώ», ἤγουν τοιοῦτοι οὗτοι, «χείρεσσιν ὑπ' Αἰνείαο δαμέντες καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι». Καὶ ὅρα ὡς διὰ συνήθη ποικιλίαν τῇ ἀπὸ τῶν λεόντων πλατείᾳ παραβολῇ τὴν συντομωτάτην ἐν τῷ τέλει συνέπλεξε τὴν ἀπὸ τῶν φυτῶν. Καὶ ἦν αὕτη μὲν ἀπὸ τῆς σωματικῆς εὐφυΐας, ἡ δὲ πρὸ αὐτῆς ἀπὸ τῆς κατὰ ψυχὴν ἀνδρικῆς διαθέσεως. (v. 554 et 556) Σημείωσαι δὲ καί, ὅτι εἰπόντος ἐνταῦθα τοῦ Ὁμήρου κατὰ δυϊκὸν ἀριθμόν «λέοντε δύο ἁρπάζοντε βόας», γράφουσιν οἱ παλαιοί, ὅτι ἡ λέαινα δύο τίκτει, ἔχουσα δύο μαζούς, καὶ ὅτι οἱ λεοντιδεῖς ἀμύξαντες τὴν αὐτῆς μήτραν ποιοῦσι τοῦ λοιποῦ τὴν μητέρα στεῖραν. ἡ πάρδαλις δέ, φασί, τέσσαρα τίκτει. Ὅτι δὲ καὶ πέντε τίκτει ὁ λέων, εἶτα τέσσαρα, καὶ ἑξῆς ὑποκαταβαίνων, ἱστοροῦσιν ἄλλοι. (v. 554) Τὸ δὲ δύω πλεονάζει μὲν καὶ ἐνταῦθα, καθὰ σὺν ἄλλοις καὶ ἐν τῷ «Ἀτρείδα δύω κοσμήτορε λαῶν». Δοκεῖ δὲ καὶ ἄλλως τὸ εὔλογον ἔχειν διὰ τὴν παρὰ τῷ ποιητῇ ἀοριστίαν τῶν δυϊκῶν, δι' ἥν, ἵνα μὴ τὸ Ἀτρείδα καὶ τὸ λέοντε καὶ τὰ τοιαῦτα πληθυντικῶς νοήσῃ τις, ἐπάγει τὸ «δύο» ὡς διασαφητικόν. (v. 555) Τὸ δὲ «ἐτραφέτην τάρφεσιν ὕλης» τρόπος