Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.148
Not analysed yet
ἐστὶν ἐτυμολογικός. τὸ γὰρ ἐτραφέτην τὸ ῥῆμά ἐστιν, ἀφ' οὗ τὸ τάρφος γίνεται, ἤγουν τὸ δάσος τὸ δυνάμενον τρέφειν ζῷα, [ὃ δὴ τάρφος μετατεθὲν καὶ τὴν παρὰ τοῖς λογίοις τάφρον ποιεῖ, χρόνῳ γὰρ καὶ αὐτὴ βοτανηφορεῖ τὰ εἰς τροφὴν ζῴοις, καὶ τὸν παρὰ τοῖς χυδαίοις δὲ ὁμοίως τράφον κατὰ τὸν αὐτὸν λόγον.] (v. 556) Τὸ δὲ ἁρπάζοντες ἐπὶ λεόντων κυριολεκτεῖται καὶ κυνῶν καὶ λύκων καὶ τῶν τοιούτων. Ἴφια δὲ μῆλα τὰ μικρὰ νῦν θρέμματα λέγει πάντα ἐκ μέρους ὡς ἰσχυροποιά, εἴγε καὶ κρέας παρὰ τὸ κρατύνειν δοκεῖ παράγεσθαι. [Ὅρα δὲ ὡς ἐκ τοῦ ἶφι ἐπιρρήματος οὐ μόνον ἡ καὶ παρ' Ὁμήρῳ Ἶφις, τὸ κύριον, ἀλλ' ἰδοὺ καὶ θρέμμα ἶφι, οὔτε ἄκλιτον ὂν κατὰ τὸ τρόφι κῦμα οὔτε κλιθὲν κατὰ τὸ μέλι, ἀλλὰ κατὰ τὸ στίμμι καὶ τὰ ὅμοια ἐθνικά.] (v. 557) Σταθμοί δὲ καὶ νῦν αἱ ἐν ἀγροῖς καταγωγαί. καὶ ἐκ τούτου μὲν συντέθειται τὸ βούσταθμον, ἐκ δὲ τοῦ ἁπλῶς δηλοῦντος τόπον στάσεως τὸ ναύσταθμον εἴρηται. Ὀξύνεται δὲ ὁ σταθμὸς κανόνι τοιούτῳ. Τὰ εἰς μος λήγοντα, ἔχοντα πρὸ τοῦ μ τὸ θ, ὀξύνεται· μηνιθμός, πορθμός, σκαρθμός, ἰσθμός. οὕτω καὶ σταθμός. τὸ κρῆθμος οἱ μὲν τοῦ Ὁμήρου Ὑπομνηματισταὶ βαρύνεσθαί φασιν