Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.16
Not analysed yet
ἐπεκτείνας Ἀρχίλοχος ἔφη ἐν τοῖς τριμέτροις «παῖδα Ἄρεω μιῃφόνου». Ἔστι, φησί, καὶ ἄλλη πλάγιος παρ' Ὁμήρῳ «Ἄρεος ἀνδροφόνοιο», καθ' ὁμοιότητα τῶν ὑπὲρ δύο συλλαβάς. ὡς γοῦν Σωκράτης Σωκράτεος ὦ Σώκρατες, οὕτως Ἄρης Ἄρεος Ἄρες. Ἔστι καὶ Ἄρεως γενική, ἣ οὐ χρὴ γενέσθαι ἀπὸ τοῦ Ἄρης. Ὡς γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείναντες ἐροῦσιν ἀπὸ τοῦ Σωκράτεος Σωκράτεως διὰ τοῦ ω μεγάλου, ἀλλ' οὐδὲ Ἴωνες Σωκράτηος, οὕτως οὐδὲ ἀπὸ τοῦ Ἄρης Ἄρεος τοιοῦτόν τι γενήσεται. ἀλλὰ μὴν εὑρίσκομεν καὶ Ἄρηος καὶ Ἄρηϊ κρατερῷ καὶ Ἄρηα. Λεκτέον οὖν ὅτι Ἀττικοὶ καὶ Ἴωνες ἑτέραν κατάληξιν, φησίν, ὑποστησάμενοι, οὕτω πεποίηνται ταύτην τὴν κλίσιν. Ἔσται δὴ καὶ Ἄρευς εὐθεῖα, ἥτις παρ' Ὁμήρῳ μὲν οὐκ ἔστι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, οὗ καὶ χρῆσιν προαγαγὼν λέγει καί, ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰς ευς ὡς Αἰολικόν. Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἡρῳδιανοῦ. Ἰστέον δὲ καὶ ὅτι τὸ τειχεσιπλῆτά τινες διὰ τοῦ β γράφουσιν. ἀμφοτέρων δὲ μία ἔννοια. ἔστι γὰρ τειχεσιπλήτης μέν, ὡς ἄν τις εἴπῃ, πολιορκητής, ὁ τοῖς τείχεσι πλησιάζων ἐπὶ πορθήσει, τειχεσιβλήτης δὲ ὁ καταβάλλων τὰ τείχη. [Καὶ ὅτι βροτολοιγός κοινότερον μὲν ὁ ἀνδροφόνος, δύναται δέ ποτε σκωφθῆναι τοιοῦτος καὶ ὁ ἄτεχνος ἰατρός. Ὁ δὲ Κωμικός, φασί, βροτολοιγόν ἰδίως που ἔφη τὸν καὶ αἰσχρολοιχόν λεγόμενον κατὰ ἀναλογίαν τοῦ ματιολοιχοῦ διὰ τὸ τοὺς τοιούτους παραιτίους γίνεσθαι τοῦ μὴ κύειν τὰς γυναῖκας καὶ οὕτως ἐπ' ὀλέθρῳ βροτῶν εἶναι. Ἡ δὲ τὰ τοιαῦτα μεθοδεύουσα βλασφημία, ἥν, φασί, κατεδείξατο μὲν Ὅμηρος ἀρχῆθεν καὶ οἱ τῷ χρόνῳ ἐγγὺς αὐτοῦ ποιηταί, ἐπηύξησαν δὲ ὕστερον κωμικοί τε καὶ ῥήτορες, ἔστι δ' ὅποι καὶ τῶν συγγραφέων τινὲς καὶ ἄλλας λέξεις ὁμοίως ἐκαινοτόμησαν, ὡς ἑξῆς που φανεῖται.] Σημείωσαι δὲ καὶ ὅτι τὸ μιαιφόνος οὐδ' ἐνταῦθα ἐπὶ ὕβρει κεῖται. τί γὰρ ἔδει μάτην οὕτω καὶ οὐκ ἐν καιρῷ λοίδορον εἶναι τὴν Ἀθηνᾶν; δηλοῖ δὲ ἁπλῶς οὕτως ὡς ἐν μετρίῳ σκώμματι τὸν αἱμοβαφῆ. Ἔστι γὰρ μιαίνεσθαι μὲν τὸ βάπτεσθαι, ὡς καὶ προγέγραπται, [ἀφ' οὗ καὶ μιαρός που