Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.154
Not analysed yet
εἰπεῖν καὶ ἄμαθον, ἀλλὰ ψάμαθος μέν ἐστιν ἡ καὶ ψάμμος, ἄμαθος δὲ κόνεώς τι φαίνεται εἶναι εἶδος. Εἰπὼν γοῦν Ὅμηρος τὸν Μύδωνα κύμβαχον ἐν κονίαις πεσεῖν, ἐπήγαγε τὸ «τύχε γάρ ῥ' ἀμάθοιο βαθείης», ὡς ταὐτὸν ὂν κονίην εἰπεῖν καὶ ἄμαθον.] (v. 588) Ὅτι καὶ ὧδε τὸ βαλεῖν ἐπὶ τοῦ θεῖναι τέθειται ἢ τοῦ ῥῖψαι ἐν τῷ «ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσιν». Ἔνθα ὅρα καὶ τὸ «πλήξαντες» ἁπλῶς ῥηθὲν ἀντὶ τοῦ κρούσαντες ἢ πελάσαντες, ἀφ' οὗ καὶ τὸ πλησιάζειν παράγεται. Ἐνταῦθα δὲ Ἀντίλοχος ξυνωρίδα ταύτην ἵππων ἐξελαύνει τῶν Τρώων, καταρρίψας τοῦ δίφρου τὸν τοῦ εἰρημένου Πυλαιμένεος ἡνίοχον. (v. 592—4) Ὅτι σωματοποιεῖ ὁ ποιητής, ὥσπερ τὸν Ἄρην, οὕτω καὶ τὴν Ἐνυώ, καὶ τῷ μὲν δίδωσι πελώριον ἔγχος νωμᾶν, τῇ δὲ τὸν κυδοιμὸν ἐν χερσίν, ὁποῖά τι σωματοειδὲς ὅπλον, τίθησιν, ὡς πάσης ἔριδος κυδοιμὸν ἐχούσης. Ἐνταῦθα δὲ σημείωσαι καὶ τὴν σύνταξιν ἔχουσάν τι καινόν. Φησὶ γὰρ «ἣ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα». καίτοι ἠδύνατο εἰπεῖν «πελώριον ἔγχος νωμῶν», οὐκ ἠθέλησε δέ, ἀλλὰ συνεξήλλαξε καὶ νῦν τὸ σχῆμα τῇ τῶν προσώπων διαφορᾷ. (v. 594 s.) Ὅτι ὥσπερ πρὸ μικροῦ ἡ ἀλληγορία τοῖς οὐ γενναίως μαχομένοις τὴν Ἀφροδίτην συμπαρέμιξεν, οὕτως ἐνταῦθα ἐκ τοῦ ἐναντίου τοῖς ἀνδριζομένοις τὸν Ἄρην συνέταξε. Φησὶ γὰρ «Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτε δ' ὄπισθεν». Καὶ σημείωσαι ὅτι, εἰ καὶ οἱ μετὰ τὸν Ὅμηρον τὸ φοιτᾶν ἐπὶ μαθητῶν ἰδιάζουσιν, ὅθεν καὶ φοιτητὴν λέγουσι τὸν μαθητήν, ἀλλ' ὁ ποιητὴς τὸ ὁρμᾶν φοιτᾶν λέγει. οὕτω δὲ καὶ Ἡσίοδος. Εἰ δὲ κατὰ τοὺς παλαιοὺς φοῖτος ἡ μανία, οἰκειότατον Ἄρεϊ ἐνταῦθα τὸ φοιτᾶν,