Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.155
Not analysed yet
μανιωδῶς ὁρμωμένῳ κατὰ Ἑλλήνων, διὰ τὸ καὶ μαινόμενον κακὸν λέγεσθαι αὐτόν. ὅθεν ἔχει καὶ τὸ εἶναι ἀλλοπρόσαλλος. (v. 596—600) Ὅτι Διομήδης ἰδών, ὅπως ὁ Ἄρης αὐτὸς ἐκεῖνος ἐν παλάμαις πελώριον ἔγχος νωμῶν ἐφοίτα, ὡς προσεχῶς ἐρρέθη, νῦν μὲν πρόσθεν Ἕκτορος ὡς προμαχῶν, νῦν δὲ ὄπισθεν οἷα οὐραγῶν, ἐρρίγησε καὶ ἀνεχάζετο, «ὡς ὅτε ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο», ἤγουν γῆν πολλὴν περιεληλυθώς, ὡς ἐξ ἀλλοδαπῆς ἥκων, «στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντι ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω», ὁποῖόν τι παθεῖν ἐν τοῖς πρὸ τούτου ἔφη καὶ τὸν δράκοντι περιτυχόντα. καὶ ἐκεῖνος γὰρ παλίνορσος ἀπέστη καὶ ἂψ ἀνεχώρησε δράκοντα ἰδών. Καὶ σημείωσαι ὅτι, εἰ καὶ ὅμοιαί πώς εἰσιν αἱ παραβολαὶ αὗται διὰ τὸ καὶ τὸν ποταμὸν καὶ τὸν δράκοντα ταὐτά πως εἶναι τῷ τε ὑγρῷ καὶ τῷ ψυχρῷ καὶ τῇ κατὰ γῆς ἕρψει καὶ τοῖς ἑλιγμοῖς—ὅθεν καὶ ὁ Περιηγητὴς τὸν Ἰσσικὸν κόλπον δράκοντι διὰ ταῦτα εἴκασεν ἐν παραβολῇ. —ὅμως ἀφελεστέρα ἐκείνης αὕτη. τὸν μὲν γὰρ δράκοντα φοβηθεὶς ἐκεῖ τις παλίνορσος ἀφορμᾷ, τοῦ δὲ ποταμοῦ ὁ ἀναχαζόμενος δι' ἔκπληξιν καὶ ἀμηχανίαν τοῦτο ποιεῖ. Ἰστέον δὲ ὅτι στρατηγοῦ σπουδαίου ἀρετὴ τὸ οὕτω φυλάττεσθαι, ποτὲ μὲν προμαχοῦντα, ποτὲ δὲ οὐραγοῦντα, κατὰ τὸν Ἄρην ἐν ἑνὶ καιρῷ. (v. 603—7) Εἶτα εἰπὼν ὁ Διομήδης ὅτι ἀεὶ πάρεστιν, ὡς θεοφιλεῖ δηλαδή, τῷ Ἕκτορι θεός, ὃς λοιγὸν ἀμύνει, ὑποτίθησι τοῖς Ἀχαιοῖς στρατηγικῶς μετὰ προμηθείας φεύγειν ἐκ τοῦ θεοφιλοῦς ἀνδρός, καὶ ὅτι πρὸς τοὺς Τρῶας τετραμμένοι αἰὲν ὀπίσω εἴκετε, μηδὲ θεοῖς ἐθέλετε μάχεσθαι, ὅ ἐστι, μὴ ἐν προσποιήσει ἀνδρίας θεομαχεῖν βούλεσθε. Βούλεται γὰρ ὁ στρατηγός, εἰ καὶ πληγείη τις φεύγων, κατὰ στέρνου δέξασθαι τὸ τραῦμα καὶ μὴ προτροπάδην φυγεῖν καὶ νῶτα δοῦναι τοῖς ἐχθροῖς. Πάνυ γὰρ ἐν αἰσχρῷ τοῦτο τοῖς παλαιοῖς ἔκειτο καὶ μάλιστα τοῖς Λάκωσιν οἳ