Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.156
Not analysed yet
καὶ ἄταφον ἐρρίπτουν τὸν ὀπισθότρωτον. Σημείωσαι δὲ ἐνταῦθα τὴν τυχηρὰν περιπέτειαν, ὅπως ὁ μὴ πειθόμενος πρὸ μικροῦ τῷ Σθενέλῳ τὴν εὐσχήμονα φυγὴν συμβουλεύοντι νῦν αὐτὸς φεύγειν ὑποτίθεται καὶ οἱ Ἕλληνες πείθονται. Διὸ μετ' ὀλίγα οὔτε προτρέπονται, ἤτοι προτροπάδην φεύγουσιν, οὔτε ἀντιφέρονται ἐν μάχῃ, ἤτοι ἀνθίστανται τοῖς Τρωσίν, ἀλλ' αἰὲν ὀπίσω χάζονται. (v. 597) Ἰστέον δὲ ὅτι ἀπάλαμνον λέγει τὸν ἄπειρον καὶ μὴ ἔχοντα τεχνάσασθαί τι, ὡς οἷον ἄχειρα καὶ μὴ ἔχοντα παλαίειν ἢ παλαμᾶσθαί τι, οὗ ἀνάπαλιν παλαμναῖος οὐ μόνον κοινότερον ὁ βριαρόχειρ, ἀλλὰ καὶ ὁ αὐτοχειρὶ κατὰ τοὺς παλαιοὺς φονεύων καί τινι μιάσματι ἔνοχος. καὶ Ζεὺς δέ, φασί, παλαμναῖος ὁ τοὺς φονεῖς καταρρίπτων. καί τις δέ, φασί, κατὰ θηρίων ἀσπὶς παλαμναία ἐκαλεῖτο. Ψογερὰ δὲ λέξις ἀεὶ παρὰ τοῖς ῥήτορσι δίχα Διὸς ὁ παλαμναῖος, οὐ μὴν οὕτω καὶ ὁ ἀπάλαμνος. (v. 598) Τὸ δὲ ὠκυρόῳ οὐκ ἐδιπλασίασε τὸ ρ κατὰ συνήθειαν, ὡς οὐδὲ τὸ ἅλαδε προρέοντι, κατὰ φύσιν τε καὶ διὰ μέτρου δὲ χρείαν, οὐ μὴν Ἀττικῶς. (v. 599) Τὸ δὲ μορμύρειν ὀνοματοποιΐα ἐστὶν ἤχου ῥέοντος ὕδατος καὶ τραχυνομένου ἠρέμα, ὡς καὶ ὑπαφρίζειν. καὶ ἔστι τραχύτερον τοῦ μύρειν, ἐξ οὗ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ οἱ ἁλιμυρήεντές που