Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.157
Not analysed yet
ποταμοί, καὶ τὸ μύρεσθαι, ἤγουν κλαίειν, καὶ τὸ κλαυθμυρίζεσθαι, οὗ διασαφητικὸν ἡ κατὰ μελάνυδρον κρήνην μορμύρουσα ἢ μύρουσα τῶν δακρύων ῥοή. Σημείωσαι δὲ καὶ ὅπως ἐνταῦθα τῷ συχνῷ ρ τραχύνει τὴν φράσιν, εἰπὼν ὠκύροον ποταμὸν ἅλαδε προρέοντα, ἀφρῷ μορμύροντα. [Τὸ δὲ ὀπίσσω πρὸς σαφήνειαν κεῖται τοῦ ἀνέδραμεν, ἤγουν παλίμπους ὥρμησεν, ὅπερ ἐστὶν ἀνεπόδισεν. ἄλλως γὰρ ἀναδραμεῖν λέγεται καὶ τὸ ἄνω δραμεῖν ἤγουν αὐξηθῆναι κατὰ τὸ «ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος», ἀφ' οὗ καὶ ἀναδρομή ἡ καθ' ἡλικίαν αὔξησις.] (v. 601—3) Ὅτι ἐπὶ θεοφιλοῦς μαχητοῦ οἰκεῖον εἰπεῖν κατὰ τὸν ἐπὶ Ἕκτορι θαμβηθέντα Διομήδην τὸ «Ὦ φίλοι, οἷον δὴ θαυμάζομεν τὸν δεῖνα αἰχμητήν τε εἶναι καὶ θαρσαλέον πολεμιστήν τῷ δὲ αἰεὶ πάρα θεός, ὃς λοιγόν», ὡς εἴρηται, «ἀμύνει». (v. 604) Ὅτι ὥσπερ ἡ αὐτός ἀντωνυμία δηλοῖ ἔστιν ὅτε ὑπεροχήν τινα, ὡς τὸ «αὐτὸς ἔφατο», οὕτω πολλαχοῦ καὶ τὸ ἐκεῖνος. Φησὶν οὖν ὅτι τῷ Ἕκτορι πάρα, ἤγουν πάρεστι, κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς, ἤτοι ἀνθρώπῳ θνητῷ. ἐπίθετον γάρ, ὡς προγέγραπται, τὸ βροτός. Συνήθη δὲ τὰ τοιαῦτα καὶ Ἀττικοῖς, ἤγουν αἱ πρὸς ἐξοχὴν καὶ ἀλλοίας δὲ ἐμφάσεις