Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.17
Not analysed yet
νεκρός ἐν τοῖς ἑξῆς ὁ αἱμοβαφής.] Φόνος δὲ τὸ αἷμα. Ἐνθυμητέον δὲ καὶ ὡς ἐν τῇ προσεχῶς ἐκτεθείσῃ χρήσει τοῦ Ἀρχιλόχου τὸν παρ' Ὁμήρῳ μιαιφόνον μιῃφόνον ἐκεῖνος ἔφη. (v. 33) Ὅτι ὀρέξαι καὶ ἐνταῦθα τὸ δοῦναι. φησὶ γάρ· «ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξει», ἤγουν ἐκτείνας τὴν χεῖρα δώσει. Κυρίως γὰρ ὀρέγειν τὸ ἐκτείνειν, ὅθεν καὶ ὀρεκτόν, ὡς προεδηλώθη, δόρυ. καὶ ὄργυια ἡ εἰς πλάτος ἔκτασις ἀμφοῖν ταῖν χεροῖν. τὸ μέντοι ὀρέξασθαι παθητικῶς οὐ δόσιν ἀλλὰ μόνην ἔκτασιν δηλοῖ. (v. 32—4) [Ἰστέον δὲ ὅτι τὸν ἐνταῦθα Ὁμηρικὸν τόπον ἐπὶ προσώποις εἰρηνικοῖς παρῳδήσας ἐρεῖ τις οὕτω· οὐκ ἂν δὴ τούσδε μὲν ἐάσαιμεν καὶ τούσδε μάρνασθ', ὁπποτέροισι θεὸς κῦδος ὀρέξῃ, νῶϊ δέ, τουτέστιν ἡμεῖς, χαζώμεσθα θεοῦ δ' ἀλεώμεθα μῆνιν, ὅ ἐστιν ἐκκλίνωμεν, ὡς πρὸ βραχέων εἴρηται.] (v. 35) Ὅτι μάχην ἔλλογον δηλοῖ, ὡς καὶ προεδηλώθη, τό· ἡ Ἀθηνᾶ μάχης ἐξήγαγε θοῦρον Ἄρηα. ἔνθα φανερῶς ἑτεροῖον παρὰ τὴν μάχην ὁ Ἄρης ἐστίν. (v. 36) Ἐνταῦθα δὲ καὶ τὸν Σκάμανδρον ἠϊόεντα λέγει διὰ τὰ περὶ αὐτόν, ὡς εἰκός, ὀχθώδη αἰγιαλοῦ δίκην, ἵνα εἴη συγκοπεὶς ἐκ τοῦ ἠϊονόεις. ἠϊόνες γὰρ οἱ αἰγιαλοί. Δύναται δὲ καὶ ἀπὸ ἄνθους τοῦ ἴου εἶναι πλεονασμῷ τοῦ η ἠϊόεις, οἱονεὶ ὁ ἀνθηρός, διὰ τὸν προρρηθέντα ἐκεῖσε ἀνθεμόεντα λειμῶνα. (v. 37—40) Ὅτι ὅτε Τρῶας ἔκλιναν Δαναοί, ἕλε δ' ἄνδρα ἕκαστος ἡγεμόνων, πρῶτος ὁ Ἀγαμέμνων ἐξέβαλε, τουτέστιν ἐξέρριψε, τινα τοῦ δίφρου Ὀδίον, ἀρχὸν Ἁλιζώνων «πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξε». Καὶ σημείωσαι ὅτι πρῶτος ὁ βασιλεὺς ἀνδραγαθεῖ ἐνταῦθα καὶ ὅτι τὸν πρῶτον στρεφθέντα εἰς φυγὴν ὡς λειποτάκτην μισῶν Ὅμηρος οὐκ ἐᾷ διεκσωθῆναι. (v. 40) Ὅρα δὲ καὶ ὅπως ὁ τὰ νῶτα δείξας ἀβοήθητός ἐστιν ὡς ἤδη κείμενος. διὸ καὶ ὁ Νέστωρ τῷ Διομήδῃ κειμένῳ πού