Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.163
Not analysed yet
γνωρίσαντες ἀλλήλους ξένους ἀλλήλων πατρῴους σπένδωνται, υἱὸς δὲ Διὸς καθ' Ὅμηρον καὶ υἱωνός, ὁ Σαρπηδὼν δηλαδὴ καὶ ὁ Τληπόλεμος, μάχωνται, παρ' οὐδὲν θέμενοι τὴν συγγένειαν. οὔτε γὰρ μιαρὸς ἐδόκει ὁ ἐν πολέμῳ θάνατος. καὶ ἄλλως δὲ αὐτοὶ τὴν συγγένειαν ἀπηρνήσαντο. (v. 635 s.) Εἶπε γὰρ ὁ Τληπόλεμος ὅτι ψευδόμενοι δέ σέ φασιν υἱὸν Διός. Σημείωσαι δὲ ὡς οἱ καυχησάμενοι οὐδὲ νῦν ἐπὶ καλοῖς ἀπαλλάττουσιν, ἀλλ' ὁ μὲν πρότερος ἀλαζονευσάμενος ἀναιρεῖται, ὁ δὲ ἀνταλαζονευσάμενος τιτρῴσκεται μόνον. (v. 63842 et 648—51) Ὅρα δὲ ὅσην καὶ τὸ παρὸν χωρίον πλουτεῖ χρηστομάθειαν. ἱστορίαν τε γὰρ οὐκ ἀλλοδαπὴν παραπλέκει τοῖς Τρωϊκοῖς, διανιστῶν συνήθως τὸν ἀκροατὴν ἐκ τῆς μονοειδοῦς ὑπτιότητος. Ἡ δὲ ἱστορία ἐστὶν ἅλωσις Τροίας παλαιά, ἧς καὶ τὰ περιστατικὰ ἐκτίθησιν ὁ ποιητής· πρόσωπον μὲν τὸν Ἡρακλέα, αἰτίαν δὲ τὸ μὴ τοὺς ἵππους ἀπολαβεῖν, χρόνον δὲ ἀόριστον. Φησὶ γὰρ «ὅς ποτε δεῦρ' ἐλθών», τρόπον δὲ τῆς ἐκστρατείας τὸ «ἓξ μόναις σὺν ναυσί». καὶ τὴν ἀνδρίαν δὲ τοῦ Ἡρακλέος ἐνταῦθα ἱστορεῖ καὶ φίλιππον ἐκεῖνον εἶναι παραδηλοῖ, καὶ ἅλωσιν ἐκείνην Τροίας τῇ νῦν ἐλπιζομένῃ συγκρίνει πάνυ γοργῶς καὶ δείκνυσιν ἐκείνην πιθανῶς κρείττονα ἔκ τε τοῦ χρόνου, ὅτι συντομώτατα κατειργάσθη, καὶ ἐκ τοῦ λαοῦ. Ἐνταῦθα μὲν γὰρ χιλιόναυς ὁ στόλος, ἐκεῖ δὲ ἓξ νῆες καὶ ἄνδρες παυρότεροι, ἤγουν ἁπλῶς παῦροι καὶ ὀλίγοι, ὥς που καὶ ἀλλαχοῦ ἐγράφη, ἢ ὀλιγώτεροι τῶν ἀνηκόντων ταῖς ἓξ ναυσί. Διδάσκει δὲ ἐνταῦθα, ὡς προερρέθη, καὶ ὅτι οὐδὲν ἡ πατραγαθία δίχα τοῦ ἀνδραγαθεῖν καὶ ὅτι οὐκ ἀεὶ τὰ τέκνα πατρῴζουσι. ποιεῖται δὲ καὶ σύγκρισιν δύο παίδων τοῦ