Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.164
Not analysed yet
Διὸς ἐξ ἐγκωμίου συγκειμένην καὶ ψόγου, καὶ τὴν ἀλαζονείαν κολάζει, ὡς καὶ τοῦτο προείρηται. Δείκνυσι δὲ καὶ τὸ ψεῦδος οὐ πρὸς καλοῦ γίνεσθαι, οὐδὲ τὸ τοὺς εὐεργέτας κακῶς ποιεῖν, εἴγε διὰ ταῦτα ὁ Λαομέδων τὴν Ἴλιον ὤλεσε. Παραδηλοῖ δὲ καὶ ὡς, εἰ διὰ ψεῦδος καὶ μικρὰν ἀδικίαν ἑάλω ἡ Τροία, πολλῷ πλέον διὰ παρασπόνδησιν ἄρτι καὶ ἀδικίαν μεγάλην, καὶ ὅτι πολλάκις διὰ μικρὰν αἰτίαν πολλὰ γίνεται κακά, εἴγε διὰ ἵππους ἑάλω ποτὲ ἡ Τροία, ὡς καὶ ὕστερον διὰ γυναῖκα. Καὶ ὅλως Ὁμηρικῆς πολλῆς δεινότητος καὶ ὁ τόπος οὗτος πέπλησται. (v. 642) Σημείωσαι δὲ εἰς τὸ «ἐχήρωσεν ἀγυιάς» καὶ τὸ τοῦ Γεωγράφου εἰπόντος, ὅτι Ἰλιεῖς Ἀχιλλεῖ μὲν καὶ Αἴαντι καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐναγίζουσιν, Ἡρακλέα δὲ οὐ τιμῶσι, καίτοι ὁ μὲν οὐκ ἠφάνισε τελέως τὴν Τροίαν, ἀλλὰ ἐξαλαπάξας ἐχήρωσεν ἀγυιάς. Ἡ δὲ χηρεία λειπανδρία τίς ἐστιν, οὐ μὴν ἀφανισμός. Οὗτοι δέ, οἷς ἐναγίζουσι, τελείως αὐτὴν ἠφάνισαν. εἰ μὴ ἄρα, φησί, διότι οὗτοι μὲν δίκαιον πόλεμον ἐξήνεγκαν, ἐκεῖνος δὲ ἄδικον ἕνεκεν ἵππων Λαομέδοντος. Ἔχομεν οὖν καὶ ἐντεῦθεν μαρτυρίαν τοῦ περὶ Ἡρακλέα Τρωϊκοῦ μίσους, ὃς μισοῖτο ἂν καὶ ἄλλως πρὸς Τρώων πλέον ἤπερ οἱ Ἕλληνες, ἐπειδὴ αὐτοὶ μὲν οἷά τι μεγαλεῖον τοῖς ἐπιγόνοις τὴν Τροίαν ἀφῆκαν περιᾴδεσθαι μόγις ὀψέ ποτε καὶ μετὰ πολλῶν ἡρώων θανάτους αὐτῆς περιγενόμενοι, ὁ δὲ αὐτοβοεὶ τὴν τοσαύτην ἑλὼν ἐξηθέρισεν. Ὄντων δὴ καὶ τούτων ἐν τούτοις τὰ κατὰ μέρος τοῦ ῥηθέντος χωρίου διάκειται οὕτω. (v. 633 s.) Τὸ «Σαρπῆδον, Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδε» δύναται μὲν γράφεσθαι καὶ Σαρπηδών ὀξυτόνως, ἀρέσκει δὲ τοῖς παλαιοῖς προπερισπᾶν αὐτό. Ἔστι γὰρ εὐθεῖα ὁ Σαρπηδών ὀξυτόνως καὶ ἑτέρα [Αἰολικὴ ἴσως] ὁ Σαρπήδων παροξυτόνως. διφορεῖται γὰρ τὸ ὄνομα, καὶ τοῦ μὲν ἡ γενικὴ Σαρπηδόνος ὡς ἀηδόνος καὶ ἡ κλητικὴ ὁμόφωνος τῇ εὐθείᾳ τῷ κανόνι τῶν εἰς δων ὀξυτόνων, τοῦ δὲ ἡ κλίσις Σαρπήδοντος ὡς λέοντος καὶ ἡ κλητικὴ ἀποβολῇ τῆς ληγούσης «Σαρπῆδον» προπερισπωμένως μετὰ συστολῆς τῆς ληγούσης. Καὶ πολλαχοῦ ἡ τοιαύτη κλίσις εὑρεθήσεται παρὰ τῷ ποιητῇ.