Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.170
Not analysed yet
νοητέον ληφθῆναι τὸ τὸν μέγαν μὲν ἕνα λέγεσθαι, πολλοὺς δὲ καὶ πληθὺν τὸν χυδαῖον λαόν. [Εἰ δὲ καὶ τοὺς ἀποιχομένους πλείονάς φαμεν, οἷον «ἐκινδύνευσα παρὰ τοὺς πλείονας ἀπελθεῖν», ἤγουν θανεῖν, εἴη ἂν καὶ αὐτὸ ἐξ Ὁμήρου ἀποσυληθέν.] (v. 677 s.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ τὸ μὲν Χρομίος κύριον παροξύνουσιν οἱ παλαιοί, τὸ δὲ Ἅλιος προπαροξύνουσι, λέγοντες ὅτι, κἂν ἐπὶ κυρίων παροξύνεται τὰ τριβράχεα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, οἷον Δολίος, Τυχίος, Χρομίος, ἀλλὰ σημειώδη τὸ Ἅλιος, Ξένιος, Ἄνιος καὶ Κρόνιος, κύρια μὲν ὄντα καὶ τριβράχεα, προπαροξυνόμενα δέ. τινὲς δὲ καὶ τὸ Ἅλιος κύριον ἐνταῦθα παροξύνουσι. (v. 679—83) Ὅτι ἀνδρείων στρατηγῶν τὸ «καί νύ κ' ἔτι πλέονας κτάνε δῖος» ὁ δεῖνα, «εἰ μὴ ἂρ ὀξὺ νόησε μέγας κορυθαίολος» δεῖνα. «βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων» καὶ τὰ ἑξῆς. Ἐν οἷς καὶ σχῆμα κεῖται ἀντίθετον ἐπὶ Ἕκτορι τὸ «δεῖμα φέρων Δαναοῖσι· χάρη δ' ἄρα οἱ προσιόντι Σαρπηδών». λέγει γὰρ ὅτι φόβον μὲν Ἀχαιοῖς, χαρὰν δὲ τῷ Σαρπηδόνι ἐνεποίησεν ἡ τοῦ Ἕκτορος ὁδός. Ἐσχημάτισται δέ πως καὶ καινότερον. ἦν γὰρ ἄλλως τὸ ἀκόλουθον εἰπεῖν· δεῖμα φέρων Δαναοῖς, χαρὰν δὲ τῷ Σαρπηδόνι. Τοιοῦτον καὶ πρὸ μικροῦ περὶ Ἐνυοῦς καὶ Ἄρεος τὸ «ἣ μὲν ἔχουσα κυδοιμόν, Ἄρης δὲ ἔγχος ἐνώμα». καὶ ἐκεῖ γὰρ ἡ σύνταξις ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέπεσεν. (v. 684—8) Ὅτι κείμενος ὁ Σαρπηδὼν λέγει πρὸς τὸν Ἕκτορα «μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλ' ἐπάμυνον. ἔπειτά με καὶ λίποι αἰών», ἤγουν ἡ ζωή, «ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἂρ ἔμελλον ἔγωγε νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν». Οἶκτον δὲ πολὺν ἔχει ὁ λόγος, ὀρφανίαν φράζων παιδὸς καὶ χηρείαν γυναικὸς καὶ τάφον ἐπ' ἀλλοδαπῆς. (v. 683) Διὸ καὶ Ὅμηρος ἐπεσημειώσατο ὀλοφυδνὸν ἔπος εἶναι τὸ τοιοῦτον. Καὶ ὅρα οἷα ἔτυχεν αὐτῷ τὰ τοῦ πράγματος. ὁ γὰρ πρὸ μικροῦ πολὺς καὶ μακρὰ ὀνειδίζων τὸν Ἕκτορα ἐνταῦθα οἰκτρὸς ἱκέτης αὐτοῦ γίνεται, ὁ δὲ οὐκ ἐγκοτεῖ, ἀλλὰ ἐλεεῖ ἄνθρωπον, ἐν δευτέρῳ τῆς τῶν Τρώων συμμαχίας τὰ φίλτατα θέμενον, καὶ οὕτως ἐπαμύνειν σπεύδει, ὡς διὰ τὸ τάχος μηδὲ προς-