Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.18
Not analysed yet
φησιν· «ἔγρεο, μή τις τοι καθεύδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ». Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ἐμπαγῆναι τὸ δόρυ τῷ στήθει καὶ διεκπεσεῖν εἰς ὤμους καὶ μετάφρενα οὐ μωμητὸν ἦν, ὡς πολλαχοῦ φαίνεται, τὸ δὲ ἀνάπαλιν ἀγεννὲς ἦν. (v. 39) Καὶ ὅτι τὸ Ὀδίος παροξύνεται ὡς τρίβραχυ κύριον κατὰ κανόνα, ὃς ἤδη γνωσθεὶς ὅμως που καὶ μετὰ τοῦτο γραφήσεται. Ἁλιζώνους δὲ οἱ μὲν τοὺς Παφλαγόνας φασί, οἱ δὲ τοὺς περὶ τὴν ἀγκάλην τοῦ Πόντου τὴν μεταξὺ Τραπεζοῦντος καὶ Παφλαγονίας, παρὰ τὸ τῇ ἁλὶ ζώννυσθαι ἤτοι περιέχεσθαι. Ἄλλοι δὲ θέλουσι περὶ τὴν Καρικὴν αὐτοὺς κεῖσθαι θάλασσαν. τολμῶσι δέ τινες καὶ ἔθνος αὐτοὺς καλεῖν Θρᾳκικόν. Εἴρηται δὲ περὶ αὐτῶν πλατύτερον ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (v. 40) Σημείωσαι δὲ καὶ ὅτι φιλεῖ Ὅμηρος στρεφθέντα λέγειν, οὐ μὴν στραφέντα, ὡς καὶ Εὐριπίδης θρεφθῆναι εἶπεν ἀντὶ τοῦ τραφῆναι. Προτιμῶνται γὰρ οἱ σοφοὶ τὴν καίριον τραχυφωνίαν τῆς ἀκαίρου λειότητος, ὡς δηλοῖ καὶ τὸ βρεχθῆναι τὴν γῆν παρὰ Δίωνι ἀντὶ τοῦ βραχῆναι, καὶ τὸ θαφθεῖσι παρ' Ἡροδότῳ ἀντὶ τοῦ ταφεῖσι, καὶ «χλανιδίων ἔσω κρυφθείς» παρ' Εὐριπίδῃ, καὶ βλαφθείς παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ βλαβείς. (v. 40 s.) Ὅτι διασαφῶν ὁ ποιητής, ποῖον λέγει μετάφρενον, ἐπάγει γνώρισμα σαφές, ὅτι τὸ μεταξὺ μὲν τῶν ὤμων, ἀντικρὺ δὲ τοῦ στήθους. φησὶ γάρ· «μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασε», καὶ πάλιν μετ' ὀλίγα· «μετάφρενον οὔτασε δουρὶ ὤμων μεσσηγύ», καὶ ἑξῆς ὁμοίως. (v. 42) Ὅτι οὐχ' οὕτω τραχὺν ἦχον ὁ δοῦπος ἔχει, ὡς ὁ ἄραβος, καθὰ δηλοῖ