Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.171
Not analysed yet
ειπεῖν τὸν Σαρπηδόνα, ἵνα μὴ λάθῃ ἐν τῷ ὁμιλεῖν προηκάμενος τὸν καιρόν. Φησὶ γὰρ ὁ ποιητὴς (v. 689—91) «τὸν δ' οὔ τι προσέφη Ἕκτωρ, ἀλλὰ παρήϊξε λελιημένος, ὄφρα τάχιστα ὤσαιτο Ἀργείους». Καὶ ὅρα κἀνταῦθα σιγὴν ἔλλογον διὰ σπουδήν. (v. 685) Σημείωσαι δὲ καὶ ὅτι οὐ τὸ θανεῖν τὸν Σαρπηδόνα λυπεῖ, ἀλλὰ τὸ ἀνεκδίκητον κεῖσθαι καὶ ἀβοήθητον. Διὸ λέγει «ἐπάμυνον, ἔπειτά με καὶ λίποι αἰών», περὶ οὗ προείρηται. τοῦτο δὲ εἴποι ἂν ὁ θερμῶς προκαλούμενός τινα εἰς βοήθειαν. (v. 683) Ἰστέον δὲ ὅτι τοῦ ὀλοφυδνόν προϋπόκειται θέμα τὸ ὀλοφύζω, ὅμοιον τῷ ὀλολύζω, ἵνα ὡς παίζω παιδνόν, οὕτως ᾖ καὶ ὀλοφύζω ὀλοφυδνόν, καὶ ὥσπερ ὀλολύζω ὀλολυγών, τρύζω τρυγών, οὕτω καὶ ὀλοφύζω ὀλοφυγδών, ὡς τὸ «ὀλοφυγδόνα φύσεις». Εἰ δὲ καὶ τὸ ἔθνος οἱ Ὀλοφύξιοι ἐκ τοῦ τοιούτου παράγεται ῥήματος, ἀφ' ὧν παίζει τοὺς Ὀτοτυξίους ὁ Κωμικός, οὐκ ἔστι στερεῶς εἰπεῖν. Πόλις δέ, φασί, Θρᾳκικὴ περὶ Ἄθων Ὀλόφυξος, ἀφ' ἧς ἱστορεῖταί τις Ἡρόδοτος, γράψας περὶ Νυμφῶν. (v. 690) Τὸ δὲ λελιημένος ὡς τὸ τετιημένος. ποιητικὰ δὲ ἄμφω, οὐ μήν ποτε πεζά. (v. 691) Ὅτι τὸ πολλοὺς φονεῦσαι περιφράζων, πολέων θυμὸν ἀφελέσθαι φησίν. (v. 693) Ὅτι οἱ παλαιοὶ διὰ τὸ τὸν Δία, ἤγουν τὸν ἀέρα, ζωῆς εἶναι αἴτιον,